Decree of Miletos seeking recognition of the Didymeia as crowned games, followed by the response of the Koans. Stele of white marble, in two joining fragments; inscribed on both sides (nos. 153-154).
[ ]
Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC — SbBerlin (1905.2) 979-993 — Syll.³ 590 — Milet VI,3 1052
See also:
face A, front (153).1 | ἐπὶ Ἱποκράτευς, μηνὸς Ἀρτεμιτίου. |
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, | |
γνώμη ἐπιστατῶν, Ἡρακλεώτης | |
Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή̣- | |
5 | μου κατὰ τὰ πάτρια τάς τε πανηγύ- |
ρεις καὶ τοὺς ἀγῶνας συντελοῦν- | |
τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι- | |
δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας | |
καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι | |
10 | τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς |
τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ- | |
κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων | |
οἱ τετευχότες τῶν μεγίστων <διὰ> τῆς | |
παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι- | |
15 | έ〚Ε〛ρωσιν {²⁶καθιέρωσιν}²⁶ καὶ τὴν ἀσυλίαν ἀνηγόρευ- |
σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ | |
τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο- | |
νείμαντες χάριν, προσήκει δὲ τῶι δή- | |
μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις | |
20 | χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ- |
ναι τῶν Διδυμείων στεφανίτην καὶ | |
τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά- | |
νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν- | |
τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ- | |
25 | νων, v δεδόχθαι τῆι βουλῆι· ἑλέσθαι πρεσ- |
βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά- | |
χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ- | |
ρεθέντας ἀφικομένους ἀπολογίσασθαι | |
περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων | |
30 | τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι |
καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων | |
εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν | |
καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν | |
ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε- | |
35 | λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας |
ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν- | |
τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς | |
καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν | |
καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν | |
40 | ἀγῶνα στεφανίτην, καὶ τάξαντας |
τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότας̣ | |
ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσετα[ι] | |
συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς̣ τὸ | |
θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴν πόλι[ν] | |
45 | εὐνοίας. v πρεσβευταὶ v ἁιρέθησαν· vac. |
Δημοσθένης Ἐργίνου, Σῖμος Ἀριστοφῶ[ντος]. | |
vacat 0,14 | |
face B, back (154).1 | ἐπὶ Φιλίνου, νουμηνίαι μηνὸς Ὑακινθίου· |
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώ- | |
μαι προστατᾶν· ἐπειδὴ τοὶ θεωροὶ τοὶ πα- | |
ραγε̣ν̣ό̣[μενοι παρὰ] Μιλησίων φίλων εὔν- | |
5 | των [καὶ συμμάχων — — — — τῶν Διδ]υ̣μέ- |
ων [— — — — — — — — — — — ]θ̣ος [ἐ]πελ- | |
θόν[τες ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμο]ν κα̣ὶ | |
ποιη̣[σάμενοι λόγους τάν τε φι]λίαν̣ ἐ- | |
νεφά̣[νιξαν καὶ ἀπελογίξαντο τὰ] δεδ̣ο- | |
10 | γμέ̣[να Μιλησίοις περί τε τᾶν] θ̣υσ[ι]ᾶν, |
ἇν [συντελεῦντι τῶι Ἀπόλλων]ι̣, καὶ̣ τ̣ῶν | |
ἀγώ̣[νων, οὓς προαιρεῦνται αὐτῶι τιθ]έ- | |
μεν̣ [στεφανίτας, τύχαι τᾶι] ἀγ[αθᾶι], δε- | |
δόχ̣θ̣[αι] τ[ῶι δάμωι· ἀποδέχε]σ̣θ̣[αι τ]ὰ̣ν | |
15 | ἀν[αγγελίαν — — — — — — — — — —] σ̣τά- |
λα[— — — — — — — — — — — — — —]ον | |
ὅπω[ς — — — — — — — — — — — — —]νο- | |
με[— — — — — — — — — — — — — —]Ι | |
το[— — — — — — — — — — — — — —]αν | |
20 | πο[— — — — — — — — — — — — — —]ς, δο- |
θῆ[μεν ἐς — — — — — — — — — τοῖς] ἁιρη- | |
μέ[νοις — — — — — — — — — — —] τῶν | |
Διδ[υμείων — — — — — — — — Μιλ]η̣σί- | |
ου[ς — — — — — — — — — — — — —] τε | |
25 | στ[ά]λ̣[α]ς̣ [— — — — — — — — — ἀν]α- |
γρα̣[— — — — — — — — — — — — γι]νο- | |
μεν̣[— — — — — — — — — — — — τ]ο̣ὶ χι- | |
ρίζ[οντες τὰ — — — — — — — — —] vac. | |
χρ[ήματα — — — — — — — — — —] vac. | |
vacat |