Honorific decree of an unknown city for the physician Philistos of Kos. Stele of white marble, recut at the bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — aft. 241 BC — ZPE 25 (1977) 265, 1 — SEG 27.510; 47.1280 — IG XII,6 1 151
See also:
| vacat 0,16 | |
| ἐπὶ τοῦ̣ [θεοῦ —]․․․[— — — —], Ἀ̣πατουριῶ- | |
| νος τρεισκαιδεκάτηι, ἐκ̣κλη̣σ̣[ί]α̣ς κατὰ νόμον | |
| περὶ τῶν ἀρχαιρεσιῶν συναχθείσης, ἐπι- | |
| στατοῦντος Καλλισσθένους τοῦ Τιμοσ- | |
| 5 | σθένους· vac. ἔδοξε τῶι δήμωι, Μέ<λ>ανθος Ἐμ- |
| πρέποντος εἶπεν· ὑπὲρ ὧν προεγράψατο Ἀλ- | |
| κιάδης Μόλπου, ὅπως Φί<λ>ιστος Νικάρχου | |
| Κῶιος ἰατρὸς χρείας παρεσσχημένος πλεί- | |
| οσι τῶν πολιτῶν ἐπαινεθῆι καὶ στεφανωθῆι, | |
| 10 | καθότι ἂν τῆι βουλῆι καὶ τῶι δήμωι δόξηι, καὶ |
| προξενία αὐτῶι δοθῆι· vacat ἐπειδὴ Φίλισ- | |
| τος Νικάρχου Κῶ̣ιος ἰατρὸς ὢν πᾶσαν χρείαν | |
| διατελεῖ π[αρεχόμενο]ς̣ κατὰ τὴν ἰατρικὴν | |
| τέχνην κα̣[ὶ πλείονας τ]ῶν πολιτῶν ἐπιδη- | |
| 15 | μήσαντα̣[ς ἐγ Κῶι, τοὺς] μὲν κατὰ θεωρίαν |
| ἀποσταλ[έντας ὑπὸ το]ῦ δήμου, τοὺς | |
| δὲ καθ’ ἱδία[ν εἰς Κῶ παραγε]ν̣ομένους, ἐμ- | |
| πεσόντας [εἰς ἀρρωστίας ἐπικι]ν̣δύνους | |
| διέσωισεν [μετὰ πάσης φιλοτιμί]ας, vac. | |
| 20 | τοῖς τε ἄλλο[ις τοῖς παραγινομένοις] τῶν |
| πολιτῶν εἰς Κῶ π̣[ολλὰς παρέχεται χρεί]ας, | |
| οὐθὲν ἐλ<λ>είπων π[ροθυμίας τὰ καλῶς ἔ]χον- | |
| τα συγκατασκευάζ[ειν αὐτοῖς καὶ ἀε]ὶ ὑπα- | |
| κούων εἰς πᾶν περὶ ὧν ἄν τι̣ς̣ [αὐτὸ]ν̣ παρα- | |
| 25 | καλῆι· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τοῖς |
| προαιρουμένοις εὐεργετεῖν ἡμᾶς καταξίαν | |
| ἀποδιδόντες χάριν, ἐπαινέσαι μὲν Φίλισ- | |
| τον Νικάρχου Κῶιον καὶ στεφανῶσαι αὐτὸν | |
| [χρ]υ̣σ̣[ῶι] στ̣ε̣[φά]ν̣ω̣ι Διονυσίων τ[ρ]αγωιδοῖς̣ | |
| [— — — — — — — — — — — — — — — — — —] |