Honorific decree of Halasarna for Diokles. Stele of white marble, in two joining fragments.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — Halasarna I (2004) 27, 1 — SEG 54.745
See also:
vacat 0,04 | |
ἔδοξε τῶι δάμωι τῶι Ἁλασαρνι- | |
τᾶν· v ἐπειδὴ Διοκλῆς Ἀλεξάνδρου | |
αἱρεθεὶς ἀρχεύων παρ’ Ἡρακλῆ τά τε | |
ἱερὰ ἐξέθυσεν τῶι θεῶι καλῶς | |
5 | καὶ ἐνδόξως, καταξίως καὶ αὑτο[ῦ] |
καὶ τῶν προγόνων, οὐδεμίαν ὑπο- | |
στελλόμενος δαπάναν ἀλλὰ δη- | |
<λ>όμενος ἀπόδειξιν ποιεῖσθαι {²ποεῖσθαι ph.}² τᾶς | |
αὑτοῦ προθυμίας· ὅπως οὖν καὶ ὁ | |
10 | δᾶμος [φ]αίνηται τοὺς ἀγαθοὺς ἄ[ν]- |
δ[ρας τι]μῶν καὶ καταξίας χάριτας | |
ἀποδιδοὺς τῶν εὐεργετημάτων, | |
ἐπαινέσαι τε Διοκλῆ ἐπὶ τᾶι αἱρέ- | |
σει ἃν ἔχων διατελεῖ, καὶ στεφα- | |
15 | νῶσαι αὐτὸν χρυσέωι στεφάνωι |
ἀπὸ χρυσῶν τριάκοντα ἀρετᾶς ἕ- | |
νεκεν καὶ εὐνοίας τᾶς εἰς αὑτόν· | |
ὅπως δὲ καὶ ἁ ἀναγγελία γένητα[ι] | |
καλῶς καὶ ἐνδόξως τοῦ στεφά- | |
20 | νου, ἄνδρας ἑλέσθαι τρεῖς ἐκ πά[ν]- |
[τω]ν τῶν δαμοτᾶν ἤδη, οἵτινε[ς] | |
ἐπελθόντες ἐπὶ τὸς προστάτα[ς] | |
καὶ τὰμ βουλὰν καὶ τὰν ἐκκλησία[ν] | |
τό τε ψάφισμα ἀποδωσεῦντ[ι] καὶ | |
25 | παρακαλεύντω τὸς πολίτας, ὅπω[ς] |
ἁ ἀναγγελία δοθῇ ἐν τῶι ἀγῶν[ι τ]ῶν | |
Διονυσίων καθ’ ἃ αἰτεῖται ὁ δ[ᾶμ]ος, | |
τοὶ δὲ ναποῖαι τοὶ ἐν ἀρχᾶι εὖντες | |
ἀναγράψαντες τόδε τὸ ψάφισμα | |
30 | ἐς στάλαν λιθίναν ἀναθέντω ἐς |
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παρὰ τὰ[ν] | |
παραστάδα τοῦ ναοῦ ἐν δεξιᾶ[ι] | |
[ἐ]σπορευομένων· v τὸ δὲ ἀνάλω̣- | |
μα τὸ γενόμενον ἔς τε τὸν στέ- | |
35 | φανον καὶ τὰν ἀναγραφὰν τᾶς |
στάλας τελεσάντω τοὶ ναπο[ῖαι] | |
τοὶ ἐν ἀρχᾶι ὄντες ἀπὸ τῶν τοῦ | |
θεοῦ vac. χρημάτων· vacat | |
ἄνδρες αἱρεθέν̣[τ]ε̣ς̣· Τιμόλυκος | |
40 | Διοκλεῦς, v Φιλόφρων Εὐφιλήτου, |
Λαμπίας v Θαρσύνοντος. | |
vacat 0,17 |