Honorific decree of Halasarna for the archon Herodotos. Two joining fragments of a stele of gray marble; a now missing.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 250-200 BC — SbBerlin (1901.1) 478, 2 (b) — Chiron 28 (1998) 121, 13 — SEG 48.1094
See also:
1 | ἔδοξε τῶι δάμωι τῶι Ἁλασα[ρνιτᾶν], |
ναποῖαι εἶπαν· ἐπειδὴ Ἡρόδοτο[ς Ἡρα]- | |
κλείτου ἀρχεύσας παρ’ Ἡρακ[λῆ τά τε] | |
ἱ̣ερὰ ἐξέθυσε τῶι θεῶι ὑπὲρ τ[ῶν πολι]- | |
5 | τᾶν ἀξίως καὶ αὑτοῦ καὶ τῶν π[ρογόνων] |
καὶ τοὺς παραγενομένους ἐν̣ [τῶι ὑ]- | |
πηρετικῶι ἐδέξατο μετὰ τῶν δ[αμοτᾶν] | |
οὐδεμίαν ὑποστελλόμενος δα̣[πάναν], | |
ἀλλὰ δηλόμενο̣[ς ἀ]πό[δει]ξιν ποε[ῖσθαι] | |
10 | τᾶς αὑτοῦ πρ̣[οθυμίας, ἇς ἔ]χε[ι ποτὶ τὸν] |
δᾶμον· ὅπω[ς οὖν καὶ ὁ δᾶμος φαίνηται τὸς] | |
[ἑ]α̣υ̣τὸν ε̣[ὐεργετήσαντας — — — — — — —] | |
[ἄ]νδρας τιμ[ῶν, vac. δεδόχθαι ἐπαινέσαι τε] | |
[Ἡ]ρόδοτον Ἡ[ρακ]λεί̣[του ἐπὶ τᾶι εὐσεβείαι] | |
15 | τᾶι ποτὶ τὸς θεὸς κα[ὶ τᾶι ποτὶ τὸν δᾶμον] |
εὐχαριστίαι καὶ στεφ[ανῶσαι αὐτὸν χρυ]- | |
σέωι στ<ε>φάνωι ἀπὸ χρυ[σῶν εἴκοσι ἀρε]- | |
τᾶς ἕνεκε καὶ εὐνοίας τ[ᾶς ἐς αὑτόν, ἵνα] | |
δὲ καὶ ἁ ἀναγγελία γένη̣[ται τοῦ στεφάνου], | |
20 | ἄνδρας ἑλέσθαι τρεῖς [ἐκ πάντων τῶν δα]- |
μοτᾶν ἤδη, οἵτινες ἐπε[λθόντες ἐπὶ τὸς] | |
προστάτας καὶ τὰν βου[λὰν καὶ τὰν ἐκκλη]- | |
σίαν τό τε ψάφισμα ἀπ[οδωσεῦντι καὶ παρα]- | |
[κα]λεσεῦντι τὸς πολ[ίτας, ὅπως ἁ ἀναγγελία] | |
25 | [δ]οθ̣εῖ ἐν τῶι ἀγῶνι [τῶν Διονυσίων καθ’ ἃ] |
[αἰτ]ε̣ῖται ὁ δᾶμος· τ̣[οὶ δὲ ναποῖαι τοὶ ἐν ἀρ]- | |
[χᾶι ε]ὖ̣ντες ἀναγ[ράψαντες τόδε τὸ ψάφισ]- | |
[μα ἀ]ναθέντω [ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλω]- | |
[νος, τ]ὸ δὲ ἀν[άλωμα τὸ γενόμενον ἔς] | |
30 | [τε τὸ]ν στέ[φανον καὶ τὰν ἀναγραφὰν] |
[τᾶς στ]ά̣λ̣α̣[ς — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — —] |