Honorific decree for a dikastagogos.  Two non-joining fragments of a stele of white marble; b now missing.
[ ] Kos Isl. — Kos — Asklepieion — mid-2nd c. BC — Chiron 28 (1998) 95, 2 (a); 113, 10 (b) — Chiron 29 (1999) 308-309 (ab) — SEG 48.1110
See also:
[— — — — — — — — — — — — — — — ὑπὲρ ὧν]
ἁ̣πάντων δια[μεμαρτυρήκαντι — — c.13-15 — —]
διὰ τᾶς δοθείσας αὐτῶ[ι ἀποκρίσιος, παραλα]-
βών τε τὸς ἄνδρας καὶ παραγ[ενόμενος ἐς τὰν]
πόλιν πᾶσαν κακοπαθίαν καὶ ἐπιμ̣[έλειαν πε]-
5 ποίηται ποτικαρτε̣ρήσας καὶ τᾶι δικαστ̣[οφυ]-
λακίαι ἐκτενῶς καὶ δικαίως καὶ ἀκολούθως τ[ῶι]
ὅρκωι, ἕως οὗ διεξαχθῆμεν τά τε δαμόσια καὶ ἰδ[ι]-
ωτικὰ συμβόλαια, διαφυλάξας ἴσως καὶ δικαίως
καὶ μισοπον<ή>ρως πᾶσιν τὰν ἐνχειρισθεῖσαν αὐ-
10 τῶι πίστιν ὑπὸ τοῦ σύμπαντος δάμου δαπάνας
τε ποταναδέδεκται ἐκ τῶν ἰδίων ἔς τε τὰν παρου-
σίαν αὐτῶν καὶ ἐν ταῖς δαμοτελέσιν δὲ ἑορταῖς ἀπ[ο]-
στολὰς ποιεύμενος κατὰ τὸς ἁρμόζοντας ἀεὶ̣ καιρ[ὸς]
[ἕ]νεκεν τοῦ κοινᾶι συμφέροντος· ὅπως οὖν καὶ ὁ δᾶ̣μ[ος]
15 [ε]ὐ̣χαρίστως ἀπαντῶν φαίνηται τοῖς ἀ̣[γα]θοῖς τῶν ἀ̣[ν]-
[δρῶ]ν̣ τοί τε ἄλλοι θεωρεῦντες τὰν εὐχαριστίαν̣ [τοῦ]
[πλήθευς πο]λ̣ὺ̣ π̣ρ̣οθυμότερον̣ ἐ[πι]δ̣[ι]δ̣[ῶντι ἑαυτὸς ἐς]
[πάντα τὰ συμφέροντα τᾶι πόλει, ἀγαθᾶι τύχαι, δεδόχ]-
[θαι τᾶι ἐκκλησίαι· ἐπαινῆσθαι — — — — — — — — καὶ]
20 [στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐπὶ τῶι ἐξαπο]-
[σταλέντα δικασταγωγὸν διαφυλάξαι πᾶσιν ἴσως τὰν]
[δοθεῖσαν αὐτῶι πίστιν ὑπὸ τοῦ δάμου, ἀναγορευσάτω]
[δὲ καὶ ὁ ἱεροκᾶρυξ τὸν στέφανον Διονυσίων τῶι πρά]-
[τωι ἀγῶνι με]τὰ τὰς σπονδ[ὰς καὶ τῶν μεγάλων Ἀσκλαπι]-
25 [είων καὶ Ῥωμ]αίων ἐν τοῖς γυμνικ̣[οῖς ἀγῶσιν, τᾶς δὲ ἀν]-
[αγγελίας ἐπι]μ̣εληθέντω τοί τε προ̣[στάται καὶ ὁ ἀγωνο]-
[θέτας· ἐξέστ]ω δὲ αὐτῶι τ[όδ]ε τὸ ψάφι[σμα ἀναγράψαι]
[ἐστάλαν λι]θίναν καὶ ἀ̣ναθέμ̣[ε]ν̣ ἐ[ν τῶι ἱερῶι τοῦ]
[Ἀσκλαπι]οῦ. vac. ἔδοξε τᾶι β̣ο̣υ̣λᾶι κα[ὶ τῶι δάμωι, γνώ]-
30 [μα προσ]τ̣ατᾶν· χρῆσθαι τᾶι Πειθάν̣[ορος ἐφόδωι. ψᾶ]-
[φοι στερε]αὶ διδοῦσαι τὸν στέφανον [— — — — —, τε]-
[τρυπαμέ]ναι ΔΙΙ̣Ι̣. vacat
Search Help
Contact Us