[ ]
Kos Isl. — Asklepieion — bef. mid-2nd c. BC — Chiron 28 (1998) 95, 2 + Chiron 28 (1998) 113, 10 — Chiron 29 (1999) 308-309 (join)
See also:
| [— — — — — — — — — — — — — — — ὑπὲρ ὧν] | |
| 1 | ἁ̣πάντων δια[μεμαρτυρήκαντι — — — — — —] |
| διὰ τᾶς δοθείσας αὐτῶ[ι ἀποκρίσιος, παραλα]- | |
| βών τε τὸς ἄνδρας καὶ παραγ[ενόμενος ἐς τὰν] | |
| πόλιν πᾶσαν κακοπαθίαν καὶ ἐπιμ̣[έλειαν πε]- | |
| 5 | ποίηται ποτικαρτερήσας καὶ τᾶι δικαστ̣[οφυ]- |
| λακίαι ἐκτενῶς καὶ δικαίως καὶ ἀκολούθως τ[ῶι] | |
| ὅρκωι, ἕως οὗ διεξαχθῆμεν τά τε δαμόσια καὶ ἰδ[ι]- | |
| ωτικὰ συμβόλαια, διαφυλάξας ἴσως καὶ δικαίως | |
| καὶ μισοπον<ή>ρως πᾶσιν τὰν ἐνχειρισθεῖσ<α>ν αὐ- | |
| 10 | τῶι πίστιν ὑπὸ τοῦ σύμπαντος δάμου, δαπάνας |
| τε ποταναδέδεκται ἐκ τῶν ἰδίων ἔς τε τὰν παρου- | |
| σίαν αὐτῶν καὶ ἐν ταῖς δαμοτελέσιν δὲ ἑορταῖς ἀπ[ο]- | |
| στολὰς ποιεύμενος κατὰ τὸς ἁρμόζοντας ἀε[ὶ] καιρ[ὸς] | |
| [ἕ]νεκεν τοῦ κοινᾶι συμφέροντος· ὅπως οὖν καὶ ὁ δᾶ̣μ[ος] | |
| 15 | [ε]ὐ̣χαρίστως ἀπαντῶν φαίνηται τοῖς ἀ̣[γα]θοῖς τῶν ἀ̣[ν]- |
| [δρῶ]ν̣ τοί τε ἄλλοι θεωρεῦντες τὰν εὐχαριστίαν̣ [τοῦ] | |
| [πλήθευς πο]λ̣ὺ̣ π̣ρ̣οθυμότερον̣ ἐ[πι]δ̣[ι]δ̣[ῶντι ἑαυτὸς ἐς] | |
| [πάντα τὰ συμφέροντα τᾶι πόλει, ἀγαθᾶι τύχαι, δεδόχ]- | |
| [θαι τᾶι ἐκκλησίαι· ἐπαινῆσθαι — — — τοῦ — — — — καὶ] | |
| 20 | [στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐπὶ τῶι ἐξαπο]- |
| [σταλέντα δικασταγωγὸν διαφυλάξαι πᾶσιν ἴσως τὰν] | |
| [δοθεῖσαν αὐτῶι πίστιν ὑπὸ τοῦ δάμου· ἀναγορευσάτω] | |
| [δὲ καὶ ὁ ἱεροκᾶρυξ τὸν στέφανον Διονυσίων τῶι πρά]- | |
| [τωι ἀγῶνι με]τὰ τὰς σπονδ[ὰς καὶ τῶν μεγάλων Ἀσκλαπι]- | |
| 25 | [είων καὶ Ῥωμ]αίων ἐν τοῖς γυμνικ̣[οῖς ἀγῶσι· τᾶς δὲ ἀν]- |
| [αγγελίας ἐπι]μ̣εληθέντω τοί τε προ̣[στάται καὶ ὁ ἀγωνο]- | |
| [θέτας· ἐξέστ]ω δὲ αὐτῶι τ[όδ]ε τὸ ψάφι[σμα ἀναγράψαι] | |
| [ἐστάλαν λι]θίναν καὶ ἀ̣ναθέμ̣[ε]ν̣ ἐ[ν τῶι ἱερῶι τοῦ] | |
| [Ἀσκλαπι]οῦ· vv ἔδοξε τᾶι β̣ο̣υ̣λᾶι κα[ὶ τῶι δάμωι, γνώ]- | |
| 30 | [μα προσ]τ̣ατᾶν· χρῆσθαι τᾶι Πειθάν̣[ορος ἐφόδωι· ψᾶ]- |
| [φοι στερε]αὶ διδοῦσαι τὸν στέφανον [— — — — — τε]- | |
| [τρυπαμέ]ναι ΔΙΙ̣Ι̣ {²⁶13}²⁶. vacat |