Honorific decree for Kallikles of Halikarnassos. Marble stele; now missing.
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά- |
μωι, γνώμα προστατᾶν· | |
ἐπειδὴ Καλλικλῆς Ἀθηνοδώ- | |
ρου Ἁλικαρνασσεὺς εὔ[ν]ο̣υ̣[ς] | |
5 | ἐστὶ τῶι δάμωι καὶ ἐμ πᾶσι |
τοῖς καιροῖς πράσ̣σε[ι] καὶ λ[έ]- | |
γει τὰ συμφέροντα πᾶσι Κ̣ώ̣ι- | |
οις, δεδόχθαι τῶι δάμωι· ἐπαι- | |
νέσαι τε αὐτὸν καὶ ἦμεν πρό- | |
10 | ξενον καὶ εὐεργέταν τᾶς πό- |
λιος τᾶς Κώιων καὶ ἐκγόνος, | |
ἦμεν δὲ αὐτοῖς ἔσπλουν καὶ | |
ἔκπλουν καὶ ἐμ πολέμωι καὶ | |
ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπον- | |
15 | δεὶ αὐτοῖς καὶ χρήμασι· τοὶ |
δὲ πωληταὶ μισθωσάντω ἀ̣[να]- | |
γράψαι τὸ ψάφισμα τόδε εἰς | |
στάλαν λιθίναν καὶ ἀναθεῖ̣[ν]α̣ι̣ | |
εἰς τὸ ἱερὸν τῶν Δυώδεκα Θεῶν. |