[ ] Kos Isl. — Kos — 2nd c. BC — cf. EA 31 (1999) 21 (for ll. 3-4) — SEG 49.1118
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά-
μ[ω]ι· γνώμα προστ[ατ][ν]·
[ἐπει]δὴ Καλλικλῆς Ἀθηνοδώ-
ρου Ἁλικαρνασσεὺς [εὔνους]
5 ὢν τῶι δάμωι καὶ ἐ[μ πᾶσι]
τοῖς καιροῖς πράττων καὶ λέ-
γων τὰ συμφέροντα πᾶσιν αὐτ-
οῖς, δεδόχθαι τῶι δάμωι· ἐπαι-
νέσαι τε αὐτὸν καὶ [ἦμεν] πρό-
10 ξενον καὶ εὐεργέταν τᾶς πό-
λιος τᾶς Κώιων καὶ ἐκγόνοις
ἦμεν δὲ αὐτοῖς ἔσπλουν καὶ
ἔκπλουν καὶ ἐμ πολέμωι καὶ
ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπον-
15 δεὶ αὐτοῖς καὶ χρήμα[σι· τοὶ]
δὲ πωληταὶ μισθωσάντω
γράψαι τὸ ψάφισμα τόδε εἰς
στάλαν λιθίναν καὶ ἀναθέσαι
εἰς τὸ ἱερὸν τῶν Δυώδεκα Θεῶν.
Search Help
Contact Us