Honorific inscription for T. Flavius Athenodoros. Middle part of a base of bluish marble. Now missing.
[ ]
Lydia — Philadelphia (Alaşehir) — ca. 1st/2nd c. AD? — MDAI(A) 25 (1900) 123, 4 — IGR IV 1644
1 | [ἡ βουλὴ καὶ ὁ δῆμος] |
καὶ οἱ Ῥωμαῖοι καὶ ἡ γε- | |
ρουσία ἐτείμησαν | |
Τίτον Φλάουιον | |
5 | Ἀθηνόδωρον, ἄνδρα |
στεφανηφορικόν, | |
Τίτου Φλαουίου Παπίου | |
υἱόν, ἀνδρὸς στεφανη- | |
φόρου ἐκ προγόνων καὶ | |
10 | πᾶσαν φιλοτειμίαν ἀπο- |
δεδωκότος τῇ ἑαυτοῦ | |
πατρίδι, τὸν δὲ Ἀθηνόδω- | |
ρον καὶ αὐτὸν φιλοτείμως | |
ἀναστραφέντα τῇ ἑαυτοῦ | |
15 | πατρίδι, δεκαπρωτεύσαντα |
καὶ ταμιεύσαντα. τὴν δὲ | |
τειμὴν ἀνέστησεν Κλα̣υ- | |
δία Ἀριστόκλεια ἡ μήτηρ | |
αὐτοῦ ἐκ τῶν ἰδίων εὐ- | |
20 | σεβηκότι με τέκνῳ. |