Letter of the emperors Valerianus and Galerianus. Framed marble plaque, broken at the top.
[ ]
Lydia — Philadelphia (Alaşehir) — 18 Jan. 255 AD — AAWW 93 (1956) 226, 8 — SEG 17.528 — J.H. Oliver, Greek Constitutions (1989) 553, 285
See also:
1 | [— — — — — — — — — τ]ὸ̣ γ̣έ̣ρ̣α̣ς ὑμῖν ὁ |
[— — — — — — — πρε]σβευτὴς ὁ λαμπρότα- | |
[τος — — — φίλο]ς ἡμῶν καὶ διαλεχθεὶς πά- | |
[λιν(?) — — —] ἐ̣π̣ὶ τοῦ ψηφίσματος ᾔτει τε (?) | |
5 | [— — — —] ἡμᾶς ἀφεῖναι τὴν πόλιν τῆς ἐπὶ τὰς |
[ἀρχιερ]ωσύνας καὶ τὰς τῶν πανηγύρεων ἀρχὰς | |
[πρ]ὸς τὰς μητροπόλεις συντελείας ὡς ὑπάρξαν | |
αὐτῇ πρότερον τὸ καὶ ταῖς μητροπόλεσιν αὐταῖς | |
συναριθμεῖσθαι. δέχεσθε δὴ κοσμίως τὴν χάριν | |
10 | ὡσανεὶ συμψηφισαμένων ὑμεῖν ταῦτα καὶ τῶν |
μητροπόλεων, οὐχ ὡς ἀφελόμενοί τι αὐτάς· πρέπει {ε} | |
γὰρ οὕτω, καὶ τοὺς διά τι χρηστὸν τυχόντας δωρεᾶς | |
ἐπεικεστάτην χρὴ τὴν παράλημψιν αὐτῆς καὶ ἀξίαν | |
τῶν διδομένων ποιεῖσθαι, βλάβης μὲν μηδεμιᾶς | |
15 | μήτε ἐκ ταύτης τῆς δωρεᾶς μήτε ἐξ ἄλλης ἡστι- |
νοσοῦν ἑτέρᾳ πόλει συμβαίνειν ὀφειλούσης, | |
αὐτὸ δὲ τοῦτο οὐχ ὑπολογιουμένων τῶν | |
μητροπόλεων ἑαυτῶν ζημίαν, εἰ τῆς περὶ | |
τὰ ῥηθέντα λιτουργίας ἀξίοις οὖσιν ὑμεῖν | |
20 | ἄφεσιν ἔδομεν. vacat ἐπρέσβευεν vacat |
Πόπλιος Αἴλιος Πίγρης ὁ φίλος ἡμῶν. vacat | |
εὐτυχεῖτε, Φιλαδελφεῖς ἡμέτεροι. vacat | |
vacat ἐδόθη vacat | |
πρὸ ιεʹ καλανδῶν Φεβρουαρίων τοῖς | |
25 | κυρίοις ἡμῶν Οὐαλεριανῷ τὸ γʹ καὶ Γαλλιηνῷ τὸ βʹ |
Σεβαστοῖς ὑπάτοις vv ἀπὸ Ἀντιοχείας. |