Letter of the emperors Valerianus and Galerianus. Framed marble plaque, broken at the top.
[ ]
Lydia — Philadelphia (Alaşehir) — 18 Jan. 255 AD — AAWW 93 (1956) 226, 8 — SEG 17.528 — J.H. Oliver, Greek Constitutions (1989) 553, 285
See also:
| 1 | [— — — — — — — — — τ]ὸ̣ γ̣έ̣ρ̣α̣ς ὑμῖν ὁ |
| [— — — — — — — πρε]σβευτὴς ὁ λαμπρότα- | |
| [τος — — — φίλο]ς ἡμῶν καὶ διαλεχθεὶς πά- | |
| [λιν(?) — — —] ἐ̣π̣ὶ τοῦ ψηφίσματος ᾔτει τε (?) | |
| 5 | [— — — —] ἡμᾶς ἀφεῖναι τὴν πόλιν τῆς ἐπὶ τὰς |
| [ἀρχιερ]ωσύνας καὶ τὰς τῶν πανηγύρεων ἀρχὰς | |
| [πρ]ὸς τὰς μητροπόλεις συντελείας ὡς ὑπάρξαν | |
| αὐτῇ πρότερον τὸ καὶ ταῖς μητροπόλεσιν αὐταῖς | |
| συναριθμεῖσθαι. δέχεσθε δὴ κοσμίως τὴν χάριν | |
| 10 | ὡσανεὶ συμψηφισαμένων ὑμεῖν ταῦτα καὶ τῶν |
| μητροπόλεων, οὐχ ὡς ἀφελόμενοί τι αὐτάς· πρέπει {ε} | |
| γὰρ οὕτω, καὶ τοὺς διά τι χρηστὸν τυχόντας δωρεᾶς | |
| ἐπεικεστάτην χρὴ τὴν παράλημψιν αὐτῆς καὶ ἀξίαν | |
| τῶν διδομένων ποιεῖσθαι, βλάβης μὲν μηδεμιᾶς | |
| 15 | μήτε ἐκ ταύτης τῆς δωρεᾶς μήτε ἐξ ἄλλης ἡστι- |
| νοσοῦν ἑτέρᾳ πόλει συμβαίνειν ὀφειλούσης, | |
| αὐτὸ δὲ τοῦτο οὐχ ὑπολογιουμένων τῶν | |
| μητροπόλεων ἑαυτῶν ζημίαν, εἰ τῆς περὶ | |
| τὰ ῥηθέντα λιτουργίας ἀξίοις οὖσιν ὑμεῖν | |
| 20 | ἄφεσιν ἔδομεν. vacat ἐπρέσβευεν vacat |
| Πόπλιος Αἴλιος Πίγρης ὁ φίλος ἡμῶν. vacat | |
| εὐτυχεῖτε, Φιλαδελφεῖς ἡμέτεροι. vacat | |
| vacat ἐδόθη vacat | |
| πρὸ ιεʹ καλανδῶν Φεβρουαρίων τοῖς | |
| 25 | κυρίοις ἡμῶν Οὐαλεριανῷ τὸ γʹ καὶ Γαλλιηνῷ τὸ βʹ |
| Σεβαστοῖς ὑπάτοις vv ἀπὸ Ἀντιοχείας. |