Posthumous honorific decree of the Mysoi Abbaeitai for Philomelos. Marble pedimental stele, broken below; a wreath in a rectangular field above the inscription.
[ ]
Lydia — Silandos (Karaselendi) — 2nd/1st c. BC — EA 36 (2003) 19-23
| 1 | ἔδοξ̣ε̣ν̣ Μ̣υσῶν Ἀβαϊτῶν τῇ βουλῇ |
| καὶ τῶι̣ δήμωι· ἐπεὶ Φιλόμηλος Ὀφ[έ]- | |
| λα, τῶν πολειτῶν ἀνὴρ καλὸς καὶ | |
| ἀγαθὸς καὶ γένους πρώτου, ἀχθε[ὶς] | |
| 5 | ἐκ παιδὸς ἡλικίας καλῶς καὶ κοσμίω̣[ς] |
| κατὰ πάντα πρὸς ἀρετὴν ἐπαιδεύθ[η], | |
| γενόμενος δὲ κατὰ τὴν τοῦ ἀνδρὸ[ς] | |
| ἡ̣λικίαν σωφροσύνῃ πολὺ διήνεγ- | |
| κεν τῶν ἄλλων, ἔν τε ταῖς ὑπὲρ τῆς | |
| 10 | πατρίδος πρεσβηίαις καὶ ταῖς ὑπὲρ αὐτῆς̣ |
| λῃτουργίαις ἀί τινος ἀγαθ‵ο′ῦ γινόμενος | |
| παραίτιος οὐ διέλειπεν εὐεργετῶν, ἔν τε̣ | |
| τῶι κατ’ ἰδίαν βίωι χρηστότητι καὶ ἐπεικήᾳ̣ | |
| διαφέρων μεγαλομερῆ τὴν ἀπὸ τοῦ βίου | |
| 15 | παρείχετο χρηίαν, ὑπάρχων πρὸς μὲν ἀν- |
| θ̣ρώπους δίκαιος, πρὸς δὲ τοὺς θεοὺς ὅ̣[σι]- | |
| [ο]ς, ἐστεφανωκὼς δὲ πολλάκι καὶ τὸν δῆ̣[μον], | |
| ἐφ’ οἷς ἐπαινούμενος διετέλει· τὰ νῦν [δ’ (?) ἐ]- | |
| πεὶ μετήλλαξ<ε>ν τὸν βίον, δεδόχθαι τῇ βο[υ]λ̣ῇ̣ | |
| 20 | [καὶ] τ̣[ῶ]ι δήμωι στεφάνω{ι}θ̣[ῆναι] {²⁶στεφανωθῆναι}²⁶ τιμ[αῖς] |
| [— — — — — — — — — — — — — — — —] |