[ ]
Att. — non-stoich. 39-45 — 298/7
1 | — — — — — — — — — — — — — — ο̣κλῆς εἶπεν· ἐπειδὴ Μῆνις |
[Μνησιθέου διατελεῖ] εὔνους ὢν τοῖς θιασώταις καὶ φιλο- | |
[τιμούμενος π]ερὶ τὸ ἱερὸν καὶ νῦν αἱρεθεὶς ταμίας ἐπ- | |
[ὶ Εὐκτήμ]ονος ἄρχοντος καλῶς καὶ φιλοτίμως πάσ- | |
5 | [ας τὰς] ἐπιμελείας ὑπέστη καὶ τό τε πρόστωιον καὶ |
[τ]ὸ [ἀ]έτωμα τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Λαβραύνδου ἐπε- | |
[τέ]λεσεν ἀξίως τοῦ θεοῦ καὶ τὰ κοινὰ καλῶς καὶ δικαί- | |
ως διεχείρισεν ἀνένκλητον παρέχων ἑαυτὸν πᾶσ- | |
ι τοῖς θιασώταις ἔκ τε τῶν πρότερον χρόνων καὶ ἀφ’ οὗ ε- | |
10 | ἰς τὴν ἐπιμέλειαν τῆς ταμιείας εἰσῆλθεν καὶ ἐκ τῶν ἰ- |
δίων τῶν ἑαυτοῦ προσανήλωσεν ἀργύριον ἀπροφασί- | |
στως εἰς τὸ ἱερὸν φανερὰν ποιούμενος τὴν εὔνοιαν ἣ- | |
ν ἔχει εἰς τοὺς θιασώτας καὶ τὴν ἱερωσύνην ἀξίως ἱερε- | |
ώσατο τοῦ θεοῦ· ὑπὲρ οὖν τούτων ἁπάντων δεδόχθαι το- | |
15 | ῖς θιασώταις, ἐπαινέσαι Μῆνιν Μνησιθέου Ἡρακλεώτην |
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι· ἀναθεῖναι | |
δ’ αὐτοῦ καὶ εἰκόνα τοῦ ἱεροῦ οὗ ἂν εἶ κάλλιστον γράψαν- | |
τας ἐν πίνακι κατὰ τὸν νόμον, ὅπως ἂν εἶ πᾶσιν φαν- | |
ερὸν τοῖς βουλομένοις φιλοτιμε〚με〛ῖσθαι {²⁶φιλοτιμεῖσθαι}²⁶ περὶ τὸ ἱερὸν | |
20 | ὅτι <τι>μηθήσονται κατ’ ἀξίαν ἕκαστος ὧν ἂν εὐεργετή- |
σει τοὺς θιασώτας. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν | |
στήλει λιθίνει ἐν τῶι ἱερῶι τοῦ θεοῦ. | |
corona |