| 1 | [ἐπὶ Μνησι]δήμου ἄρχοντος. Λύσις Τιμο- |
| [θέου Ἁλιμ]ούσιος ε[ἶ]πεν· ἐπειδὴ Κηφισ- | |
| [όδοτος χε]ιροτονηθεὶς ἐξεταστὴς ὑπ- | |
| [ὸ τοῦ δήμ]ου τοῦ Ἀθηναίων διατελεῖ πε- | |
| 5 | [ρί τε] τὸν δῆμον τὸν Ἀθηναίων καὶ τοὺς |
| [στρ]ατευομένους ἐπὶ Σουνίωι τῶν πολ- | |
| [ιτῶ]ν καὶ τοὺς ξένους λέγων καὶ πράττ- | |
| [ων] τὰ ἄριστα καὶ κοινεῖ καὶ ἰδία<ι> τἀγα- | |
| [θ]ὸν ὑπὲρ ἑκάστου ὅ τι ἂν δύνηται· ἀγαθ- | |
| 10 | εῖ τύχει δεδόχθαι τοῖ[ς] στρατιώταις· |
| ἐπαινέσαι Κηφισόδοτον Εὐαρχίδου Ἀ- | |
| χαρνέα καὶ στεφανῶσαι χρυσῶι στεφά- | |
| νωι κατὰ τὸν νόμον ὑπὲρ ὧν τὰς εὐθύνα- | |
| [ς δ]έδωκεν ἀρετῆς ἕνεκα καὶ δικαιοσύ- | |
| 15 | [νη]ς ἣν ἔχων διατελεῖ περί τε τὸν δῆμο- |
| [ν τ]ὸν Ἀθηναίων καὶ τοὺς στρατιώτας. ἀ- | |
| [ναγ]ράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλε- | |
| [ι λι]θίνει καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ | |
| Πο[σε]ιδῶνος, ὅπως ἂν εἰδῶσι πάντες οἱ | |
| 20 | φι[λο]τιμεῖσθαι βουλόμενοι ὅτι χάρι- |
| [τας] ἀξίας ἀπολήψονται τῶν εὐεργετη- | |
| μάτων. |
IG II²
1270