Funerary epigram for the actor Prokleianos. Stele of white marble with relief pediment, broken at the bottom; a theater mask in the pediment.
[ ]
Lydia — Sardis (Sart) — 2nd c. AD? — Hyperboreus 6 (2000) 400-406 — SGO 4 (2002) 462, 23/05 = 04/02/13
1 | εἰ φιλίας ἀγαθῆς ἐστὶν λόγος, εἴ τις ἔνεστιν |
αἴσθησις φθιμένοις, χαῖρε Προκληϊανέ, | |
Ἀντιοχείας κόσμε, φίλων θάλος, ἄνθος ἀγώνω|ν, | |
κωμῳδῶν πάντων τῶν ἐπὶ γῆς στέφανε· | |
5 | ἐν Λυδῇ κεῖσαι χθονί, φίλτατε, Χρυσορόας δὲ |
κοσμεῖται τὸν σὸν γείτονα τύμβον ἔχων | |
καὶ Μουσῶν ἀπέχεις δῶρον γλυκύ· τοῦτ’ ἐ- | |
[%⁸¹]π̣έ̣γ̣ρ̣α̣ψεν. vacat |