Epitaph of Poseides, son of Herakleides, with a funerary imprecation. Stele with finial, in light grayish brown marble; inscription above and partially flanking two relief figures.
[ ]
Lydia? — Prov. unkn. [Malibu, J.P. Getty Mus.] — ca. 300-350 BC — SEG 32.1612 — ZPE 93 (1992) 219-221 (S.E. Porter)
1 | τοῦτο τὸ μνῆμα Ποσείδου Ἡρακ<λε>ίδου {⁴ΗΡΑΚΑϹΙΔΟΥ}⁴ δικαίο- |
υ ἀνθρώπου· οὐδένα δὲ ἠδίκησε πώποτε̣ ε̣ἰ̣ δέ | |
τις θέλει θεωρῆσαι καὶ ἀγαθὸν εἰπεῖν, τούτωι οἱ θε- | |
οὶ ἴλεως εἴησαν· ἀδικήσαι δὲ μηθέν. εἴ τις δὲ ἀδ̣- | |
5 | ικήσηι τοῦτο τὸ μνῆμα ἢ τὰ φυτὰ ταῦτα ἢ τὰ ζ̣- |
ῶια ἢ ἕτερον νεκρὸν εἰσενέγκοι εἰς τοῦτο τὸ μνῆ- | |
μα πλὴν ἐμοῦ καὶ τῆς ἐμῆς γυναικὸς καὶ̣ τ̣ῶν | |
ἐμῶν υἱῶν καὶ θυγατέρων ἑαυτοῦ {ς}, εἴ τι- | |
ς δὲ ἢ ἐπ’ ἐνεχύροις λήψεται τὸ μνῆμ- | |
10 | α τοῦτο ἢ ὠνήσεται ἢ αὐτὸς ἢ ἑτέροις π- |
[ρ]οστάξηι {²⁷π|οστάξηι?}²⁷ ἢ ἕτερον νεκρὸν εἰσενέγκοι π- | |
λὴν οὓς αὐτὸς προεῖλετο τούτωι τῶι μν- | |
ήματι, εἴ τις ἢ ὕβριν ἢ ἀνάγκην ποιήσ- | |
ει τούτωι, ἡ Ἄρτεμις ἡ Μήδεια κα- | |
15 | ὶ ἡ Ἐφεσία καὶ οἱ θεοὶ ἅπαντες |
αὐτὸν καὶ̣ τοὺς ἐγγόνους. |