Honorific decree for Timokrite, a priestess of Aglauros.  Intact stele of blue marble with base. Stoich. 33.
[ ] Attica — Athens — Akropolis, east slope of — 250/49 BC — Hesperia 52 (1983) 48-63 — SEG 33.115 — H. Kotsidu, Time kai Doxa (2000) 56, KNr. 13 [E 2]
See also:
1 ἐπὶ Πολυεύκτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθε-
ῖδος δευτέρας πρυτανείας, ἧι Χαιρεφῶν Ἀ-
ρχεστράτου ΚεφαλῆθενVII ἐγραμμάτευεν· Με-
ταγειτνιῶνος ἑνδεκάτει· v ἑνδεκάτει τῆ-
5 ς πρυτανείας· v ἐκ<κ>λησία κυρία· τῶν προέδ[ρ]-
ων ἐπεψήφιζεν v Κλείδημος Φρύνωνος Φλ[υ]-
εὺς καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆ̣[ι]
καὶ τῶι δήμωι· v Δημόστρατος Ἀριστοφάν[ο]-
υ Παιανιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει Ἀ-
10 ριστοφάνης ὁ ὑὸς τῆς ἱερείας τῆς Ἀγλαύρ-
ου ὑπὲρ τῶν ἱερῶν, ὧν ἔθυεν τοῖς εἰσιτητη-
ρίοις τῆι Ἀγλαύρωι καὶ τῶι Ἄρει καὶ τῶι Ἡλί-
ωι καὶ ταῖς Ὥραις καὶ τῶι Ἀπόλλωνι καὶ το-
ῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τ-
15 ύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς προέδρου-
ς, οἵτιν<ε>ς ἂν προεδρεύωσιν εἰς τὴν πρώτη-
ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων ἐν ἱε-
ροῖς, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς
εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι v τὰ μὲ-
20 ν ἀγαθὰ δέχεσθαι τὴν βουλὴν καὶ τὸν δῆμο-
ν τὰ γεγονότα ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι κ-
αὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ
Ἀθηναίων καὶ παίδων καὶ γυναικῶν καὶ ὑπ-
ὲρ τοῦ βασιλέως Ἀντιγόνου καὶ Φίλας τῆς
25 βασιλίσσης καὶ τῶν ἐκγόνων αὐτῶν· v ἐπει-
δὴ δὲ ἡ ἱέρεια τῆς Ἀγλαύρου τά τε εἰσαγώγ-
εια καὶ τὰς θυσίας ἔθυσε τὰς προσηκούσα-
ς, ἐπεμελήθη δὲ καὶ τῆς εὐταξίας τῆς ἐν τῆ-
ι παννυχίδι, ἐκόσμησε δὲ καὶ τὴν τράπεζα-
30 ν· ἐπαινέσαι τὴν ἱέρειαν τῆς Ἀγλαύρου vv
Τιμοκρίτην Πολυνίκου Ἀφιδναίου θυγατ-
έρα καὶ στεφανῶσαι αὐτὴν θαλλοῦ στεφάν-
ωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεούς· ἀ-
ναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματέα τὸ-
35 ν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ
στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀγλαύρου· εἰς δὲ τ-
ὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπ-
ὶ τῆι διοικήσει τὸ γενόμενον ἀνάλωμα.
                        vacat 0,08
cit.39                          ἡ βουλή,
40                         ὁ δῆμος
                       τὴν ἱέρειαν
                      Τιμοκρίτην.
                        vacat c. 0,23
Search Help
Contact Us