Honorific decree for Timokrite, a priestess of Aglauros. Intact stele of blue marble with base. Stoich. 33.
[ ]
Attica — Athens — Akropolis, E. Slope of — 250/49 BC — Hesperia 52 (1983) 48-63 — SEG 33.115 — H. Kotsidu, Time kai Doxa (2000) 56, KNr. 13 [E 2]
See also:
| 1 | ἐπὶ Πολυεύκτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθε- |
| ῖδος δευτέρας πρυτανείας, ἧι Χαιρεφῶν Ἀ- | |
| ρχεστράτου ΚεφαλῆθενVII ἐγραμμάτευεν· Με- | |
| ταγειτνιῶνος ἑνδεκάτει· v ἑνδεκάτει τῆ- | |
| 5 | ς πρυτανείας· v ἐκ<κ>λησία κυρία· τῶν προέδ[ρ]- |
| ων ἐπεψήφιζεν v Κλείδημος Φρύνωνος Φλ[υ]- | |
| εὺς καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆ̣[ι] | |
| καὶ τῶι δήμωι· v Δημόστρατος Ἀριστοφάν[ο]- | |
| υ Παιανιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει Ἀ- | |
| 10 | ριστοφάνης ὁ ὑὸς τῆς ἱερείας τῆς Ἀγλαύρ- |
| ου ὑπὲρ τῶν ἱερῶν, ὧν ἔθυεν τοῖς εἰσιτητη- | |
| ρίοις τῆι Ἀγλαύρωι καὶ τῶι Ἄρει καὶ τῶι Ἡλί- | |
| ωι καὶ ταῖς Ὥραις καὶ τῶι Ἀπόλλωνι καὶ το- | |
| ῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τ- | |
| 15 | ύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς προέδρου- |
| ς, οἵτιν<ε>ς ἂν προεδρεύωσιν εἰς τὴν πρώτη- | |
| ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων ἐν ἱε- | |
| ροῖς, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
| εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι v τὰ μὲ- | |
| 20 | ν ἀγαθὰ δέχεσθαι τὴν βουλὴν καὶ τὸν δῆμο- |
| ν τὰ γεγονότα ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι κ- | |
| αὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ | |
| Ἀθηναίων καὶ παίδων καὶ γυναικῶν καὶ ὑπ- | |
| ὲρ τοῦ βασιλέως Ἀντιγόνου καὶ Φίλας τῆς | |
| 25 | βασιλίσσης καὶ τῶν ἐκγόνων αὐτῶν· v ἐπει- |
| δὴ δὲ ἡ ἱέρεια τῆς Ἀγλαύρου τά τε εἰσαγώγ- | |
| εια καὶ τὰς θυσίας ἔθυσε τὰς προσηκούσα- | |
| ς, ἐπεμελήθη δὲ καὶ τῆς εὐταξίας τῆς ἐν τῆ- | |
| ι παννυχίδι, ἐκόσμησε δὲ καὶ τὴν τράπεζα- | |
| 30 | ν· ἐπαινέσαι τὴν ἱέρειαν τῆς Ἀγλαύρου vv |
| Τιμοκρίτην Πολυνίκου Ἀφιδναίου θυγατ- | |
| έρα καὶ στεφανῶσαι αὐτὴν θαλλοῦ στεφάν- | |
| ωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεούς· ἀ- | |
| ναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματέα τὸ- | |
| 35 | ν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ |
| στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀγλαύρου· εἰς δὲ τ- | |
| ὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπ- | |
| ὶ τῆι διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
| vacat 0,08 | |
| cit.39 | ἡ βουλή, |
| 40 | ὁ δῆμος |
| τὴν ἱέρειαν | |
| Τιμοκρίτην. | |
| vacat c. 0,23 |