Honorific decree for Timokrite, a priestess of Aglauros. Intact stele of blue marble with base. Stoich. 33.
[ ]
Attica — Athens — Akropolis, east slope of — 250/49 BC — Hesperia 52 (1983) 48-63 — SEG 33.115 — H. Kotsidu, Time kai Doxa (2000) 56, KNr. 13 [E 2]
See also:
1 | ἐπὶ Πολυεύκτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθε- |
ῖδος δευτέρας πρυτανείας, ἧι Χαιρεφῶν Ἀ- | |
ρχεστράτου ΚεφαλῆθενVII ἐγραμμάτευεν· Με- | |
ταγειτνιῶνος ἑνδεκάτει· v ἑνδεκάτει τῆ- | |
5 | ς πρυτανείας· v ἐκ<κ>λησία κυρία· τῶν προέδ[ρ]- |
ων ἐπεψήφιζεν v Κλείδημος Φρύνωνος Φλ[υ]- | |
εὺς καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆ̣[ι] | |
καὶ τῶι δήμωι· v Δημόστρατος Ἀριστοφάν[ο]- | |
υ Παιανιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει Ἀ- | |
10 | ριστοφάνης ὁ ὑὸς τῆς ἱερείας τῆς Ἀγλαύρ- |
ου ὑπὲρ τῶν ἱερῶν, ὧν ἔθυεν τοῖς εἰσιτητη- | |
ρίοις τῆι Ἀγλαύρωι καὶ τῶι Ἄρει καὶ τῶι Ἡλί- | |
ωι καὶ ταῖς Ὥραις καὶ τῶι Ἀπόλλωνι καὶ το- | |
ῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v ἀγαθεῖ τ- | |
15 | ύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς προέδρου- |
ς, οἵτιν<ε>ς ἂν προεδρεύωσιν εἰς τὴν πρώτη- | |
ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων ἐν ἱε- | |
ροῖς, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι v τὰ μὲ- | |
20 | ν ἀγαθὰ δέχεσθαι τὴν βουλὴν καὶ τὸν δῆμο- |
ν τὰ γεγονότα ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι κ- | |
αὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ | |
Ἀθηναίων καὶ παίδων καὶ γυναικῶν καὶ ὑπ- | |
ὲρ τοῦ βασιλέως Ἀντιγόνου καὶ Φίλας τῆς | |
25 | βασιλίσσης καὶ τῶν ἐκγόνων αὐτῶν· v ἐπει- |
δὴ δὲ ἡ ἱέρεια τῆς Ἀγλαύρου τά τε εἰσαγώγ- | |
εια καὶ τὰς θυσίας ἔθυσε τὰς προσηκούσα- | |
ς, ἐπεμελήθη δὲ καὶ τῆς εὐταξίας τῆς ἐν τῆ- | |
ι παννυχίδι, ἐκόσμησε δὲ καὶ τὴν τράπεζα- | |
30 | ν· ἐπαινέσαι τὴν ἱέρειαν τῆς Ἀγλαύρου vv |
Τιμοκρίτην Πολυνίκου Ἀφιδναίου θυγατ- | |
έρα καὶ στεφανῶσαι αὐτὴν θαλλοῦ στεφάν- | |
ωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεούς· ἀ- | |
ναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματέα τὸ- | |
35 | ν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ |
στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀγλαύρου· εἰς δὲ τ- | |
ὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπ- | |
ὶ τῆι διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
vacat 0,08 | |
cit.39 | ἡ βουλή, |
40 | ὁ δῆμος |
τὴν ἱέρειαν | |
Τιμοκρίτην. | |
vacat c. 0,23 |