Posthumous honorific decree for the philosopher Zenon of Kition. Now lost; inscribed on two steles (Diogenes Laertius).
[ ]
Attica — Athens — 262/1 BC — Diog. Laert. VII 10-12 — CQ 54 (2004) 470-483
1 | ἐπ’ Ἀρρενίδου ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδος πέμπτης |
πρυτανείας· Μαιμακτηριῶνος δεκάτῃ ὑστέρᾳ· τρίτῃ καὶ εἰκοστῇ | |
τῆς πρυτανείας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφι<ζ>εν | |
Ἵππων Κρατιστολέω Ξυπεταιὼν καὶ οἱ συμπρόεδροι· Θράσων | |
5 | Θράσωνος Ἀνακαιεὺς εἶπεν· |
ἐπειδὴ Ζήνων Μνασέου Κιτιεὺς ἔτη πολλὰ κατὰ φιλοσοφίαν | |
ἐν τῇ πόλει γενόμενος ἔν τε τοῖς λοιποῖς ἀνὴρ ἀγαθὸς ὢν διετέλεσε | |
καὶ τοὺς εἰς σύστασιν αὐτῷ τῶν νέων πορευομένους παρακαλῶν | |
ἐπ’ ἀρετὴν καὶ σωφροσύνην παρώρμα πρὸς τὰ βέλτιστα, παρά- | |
10 | δειγμα τὸν ἴδιον βίον ἐκθεὶς ἅπασιν ἀκόλουθον ὄντα τοῖς λόγοις |
οἷς διελέγετο, τύχῃ ἀγαθῇ, δεδόχθαι τῷ δήμῳ· ἐπαινέσαι μὲν | |
Ζήνωνα Μνασέου Κιτιέα καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ κατὰ | |
τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ σωφροσύνης, οἰκοδομῆσαι δὲ αὐτῷ | |
καὶ τάφον ἐπὶ τοῦ Κεραμεικοῦ δημοσίᾳ· τῆς δὲ ποιήσεως τοῦ | |
15 | στεφάνου καὶ τῆς οἰκοδομῆς τοῦ τάφου χειροτονῆσαι τὸν δῆμον |
ἤδη τοὺς ἐπιμελησομένους πέντε ἄνδρας ἐξ Ἀθηναίων· ἐγγράψαι | |
δὲ τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου ἐν στήλαις δυσὶ καὶ | |
ἐξεῖναι αὐτῶν θεῖναι τὴν μὲν ἐν Ἀκαδημ<ε>ίᾳ, τὴν δὲ ἐν Λυκείῳ· | |
τὸ δὲ ἀνάλωμα τὸ εἰς τὰς στήλας γενόμενον μερίσαι τὸν ἐπὶ τῆς | |
20 | διοικήσεως, ὅπως <ἂν> ἅπαντες ἴδωσιν, ὅτι ὁ δῆμος ὁ τῶν Ἀθηναίων |
τοὺς ἀγαθοὺς καὶ ζῶντας τιμᾷ καὶ τελευτήσαντας· ἐπὶ δὲ | |
τὴν οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς | |
Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, Μένων Ἀχαρνεύς, <Σ>μίκυθος | |
Συπαλήττιος, Δίων Παιανιεύς. |