Posthumous honorific decree for the philosopher Zenon of Kition.  Now lost; inscribed on two steles (Diogenes Laertius).
[ ] Attica — Athens — 262/1 BC — Diog. Laert. VII 10-12 — CQ 54 (2004) 470-483
1 ἐπ’ Ἀρρενίδου ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδος πέμπτης
πρυτανείας· Μαιμακτηριῶνος δεκάτῃ ὑστέρᾳ· τρίτῃ καὶ εἰκοστῇ
τῆς πρυτανείας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφι<ζ>εν
Ἵππων Κρατιστολέω Ξυπεταιὼν καὶ οἱ συμπρόεδροι· Θράσων
5 Θράσωνος Ἀνακαιεὺς εἶπεν·
ἐπειδὴ Ζήνων Μνασέου Κιτιεὺς ἔτη πολλὰ κατὰ φιλοσοφίαν
ἐν τῇ πόλει γενόμενος ἔν τε τοῖς λοιποῖς ἀνὴρ ἀγαθὸς ὢν διετέλεσε
καὶ τοὺς εἰς σύστασιν αὐτῷ τῶν νέων πορευομένους παρακαλῶν
ἐπ’ ἀρετὴν καὶ σωφροσύνην παρώρμα πρὸς τὰ βέλτιστα, παρά-
10 δειγμα τὸν ἴδιον βίον ἐκθεὶς ἅπασιν ἀκόλουθον ὄντα τοῖς λόγοις
οἷς διελέγετο, τύχῃ ἀγαθῇ, δεδόχθαι τῷ δήμῳ· ἐπαινέσαι μὲν
Ζήνωνα Μνασέου Κιτιέα καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ κατὰ
τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ σωφροσύνης, οἰκοδομῆσαι δὲ αὐτῷ
καὶ τάφον ἐπὶ τοῦ Κεραμεικοῦ δημοσίᾳ· τῆς δὲ ποιήσεως τοῦ
15 στεφάνου καὶ τῆς οἰκοδομῆς τοῦ τάφου χειροτονῆσαι τὸν δῆμον
ἤδη τοὺς ἐπιμελησομένους πέντε ἄνδρας ἐξ Ἀθηναίων· ἐγγράψαι
δὲ τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου ἐν στήλαις δυσὶ καὶ
ἐξεῖναι αὐτῶν θεῖναι τὴν μὲν ἐν Ἀκαδημ<ε>ίᾳ, τὴν δὲ ἐν Λυκείῳ·
τὸ δὲ ἀνάλωμα τὸ εἰς τὰς στήλας γενόμενον μερίσαι τὸν ἐπὶ τῆς
20 διοικήσεως, ὅπως <ἂν> ἅπαντες ἴδωσιν, ὅτι ὁ δῆμος ὁ τῶν Ἀθηναίων
τοὺς ἀγαθοὺς καὶ ζῶντας τιμᾷ καὶ τελευτήσαντας· ἐπὶ δὲ
τὴν οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς
Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, Μένων Ἀχαρνεύς, <Σ>μίκυθος
Συπαλήττιος, Δίων Παιανιεύς.
Search Help
Contact Us