Citizenship decree for Audoleon, king of the Paionians.  Stele of white marble, broken at the bottom. Stoich. 25.
[ ] Attica — Athens — Akropolis — 285/4 BC — IG II² 654 w. Add. p. 662 — M.J. Osborne, Naturalization I (1981) 163, D76 — W. Ameling et al., Schenkungen I (1995) 70, KNr. 32 [E 1]
See also:
                    vacat 0,45
ἐπὶ Διοτίμου ἄρχοντος, ἐπὶ τῆ[ς]
[Π]αμδιονίδος δω̣δεκάτης πρυ[τα]-
νείας, ἧι Λυσίσ[τ]ρατος Ἀ̣ριστο̣[μ]-
άχου ΠαιανιεὺςV ἐγραμ[μ]άτευε[ν]·
5 Σκιροφοριῶνος ἕκτει [μ]ετ’ εἰκ[ά]-
δας· πέμπτει κα̣ὶ ε<ἰ>κοστ[ε]ῖ τῆς π[ρ]-
υτανείας· ἐκκλησία· τῶν̣ προέδ[ρ]-
ων ἐπεψήφιζεν Φιλόμηλος Φιλ[ο]-
μήλου Ἁλαιεὺς καὶ συμπρόεδρ[ο]-
10 ι· ἔδοξεν τῶι δήμωι· Σιμωνίδ̣η[ς Ἡ]-
γήμονος Ἁγνούσιος εἶ[π]εν· ἐ[πει]-
δὴ ὁ Παιόνων β[α]σιλεὺς Α̣ὐδωλ̣[έω]-
ν ἔκ τε τῶν ἔμπ̣ροσθ̣ε χρόνων ε[ὔν]-
ους ἐστὶν τῶ[ι] δήμωι τῶ[ι] Ἀθηνα[ί]-
15 ων χρείας παρεχόμενος καὶ συ[ν]-
εργῶν εἰς τὴν ἐλευθερ[ί]αν τῆι [π]-
όλει καὶ κομισαμένου [τ]οῦ δήμ[ο]-
υ τὸ ἄστυ πυθόμενος συν̣ήσθη τ[ο]-
ῖς γεγενημένοις εὐτυχήμασι[ν]
20 νομίζων εἶναι κοινὴν καὶ αὐτ[ῶ]-
ι τὴν τῆς πόλεως σωτηρίαν, παρ[έ]-
χεται δὲ χρείας καὶ ἰδίαι τοῖ[ς]
τε διατρίβουσιν Ἀθηναίων πα[ρ’]
ἑαυτὸν καὶ τοῖς ἀφικνουμένο[ι]-
25 ς εἰς τὴν χώραν· δέδωκεν δὲ καὶ [σ]-
[τ]ου δωρεὰν τῶι δήμωι μεδίμν[ο]-
[υ]ς ἑπτακισχιλίους κα[ὶ] πεντα[κ]-
οσίους Μακ̣εδονίας τοῖς ἰδίοι[ς]
ἀναλώμασιν καταστήσας εἰς τ[ο]-
30 ὺς λιμένας τοὺς τῆς πόλεως· ἐπ[α]-
νγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸ[ν]
παρέξεσθαι χρείας συν̣εργῶν [ε]-
ἴς τε τὴν τοῦ Πειραιέως κομιδ̣[ὴ]-
ν καὶ τὴν τῆς πόλεως ἐλευθερί[α]-
35 ν, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι v[v]
δήμωι· ἐπαινέσαι τὸμ βασιλέι[α]
Αὐδωλέοντα Πατρά%⁸⁰ου Παιόνα [ἀ]-
ρετῆς ἕνεκα καὶ εὐνοίας τῆς ε[ἰ]-
ς τὸν δῆμον τὸν Ἀθηναίων καὶ στ[ε]-
40 φανῶσαι αὐτὸν χρυσῶ[ι] στεφάν[ω]-
ι καὶ ἀνειπεῖν τὸν στέφανον [Δι]-
ο̣νυσίων τῶν μεγάλων τ[ρ]αγωιδ[ῶ]-
ν τῶι ἀγῶνι, τῆς δ̣ὲ ποήσ̣εως τοῦ [σ]-
τεφάνου καὶ τῆς ἀναγορεύσεω[ς]
45 ἐπιμεληθῆναι τοὺς ἐπὶ τεῖ δι[ο]-
[ι]κήσει· εἶναι δὲ αὐτὸν Ἀθηναῖ[ο]-
ν̣ καὶ τοὺς ἐγγόνους αὐτοῦ καὶ [ἐ]-
[ξ]εῖναι αὐτῶι γράψασθαι φυλῆς κ[α]-
[ὶ] δήμου καὶ φρατρίας, ἧς ἂμ βού[%⁸⁰]-
50 ληται· τοὺς δὲ πρυτάνεις οἳ ἂν [π]-
ρῶτον λάχωσιν πρυτανεύειν δ[ο]-
ῦναι περὶ αὐτοῦ τὴν ψῆφον εἰς [τ]-
ὴμ πρώτην ἐκκλησίαν, τοὺς δὲ θ̣[ε]-
σμοθέτας εἰσαγαγεῖν αὐτῶι τ[%⁸⁰]-
55 ὴν δοκιμασ[ί]αν τῆς δωρεᾶς εἰς [τ]-
ὸ δικαστή[ρι]ον, ὅταν πρῶτον οἷ̣[ό]-
ν̣ τ’ ἦι· στῆσ[αι] δ̣ὲ αὐτοῦ καὶ εἰκόν[α]
χ̣αλκῆ[ν] ἐφ’ [ἵπ]που ἐν ἀγορᾶι· τῆς [δ]-
[ὲ] ποήσεως̣ [κ]α̣ὶ τῆς στάσεως ἐπ[ιμ]-
60 [ελ]η̣θῆ̣[ναι το]ὺς ἐπὶ τῆ[ι] διοικ[ήσ]-
[ει — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]
Search Help