Proxeny decree for Eukleidas of Rhodes. Lower part of a stele of gray marble. Non-stoich. c. 39.
[ ]
Attica — Athens — Agora — ca. 185 BC — Hesperia 76 (2007) 540-545 — SEG 57.111
1 | [— — — — — — — — — — — — — — — — εἰς τὴν ἐπιοῦ]- |
σα̣[ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ] | |
ξυμβάλλεσθ̣α̣ι̣ [τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ] | |
τεῖ βουλεῖ ἐπαινέσαι Εὐκλεί̣[δαν Κλεομβρότου Ῥόδιον] | |
5 | καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στ̣εφά̣[νωι εὐνοίας ἕνε]- |
κεν καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸ̣ν̣ [Ἀθηναίων]· | |
εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην τοῦ δή̣μ̣[ου]· | |
δεδόσθαι δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας ἔγκτησιν αἰτη%⁸⁰- | |
σαμένωι κατὰ τὸν νόμον· εἶναι δὲ Εὐκλείδαι καὶ εἰς τὸ | |
10 | λοιπὸν̣ διατηροῦντι τὴν αὐτὴν αἵρεσιν εὑρέσθαι καὶ |
ἄλλο ἀγ̣αθ̣ὸν παρὰ τοῦ δήμου, ὅτου ἂν δοκεῖ ἄξιος εἶναι· v | |
ἵνα δὲ καὶ ὑπόμνημα ὑπάρχει τῶν ἐψηφισμένων, ἀνα- | |
γράψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸν κατὰ πρυ- | |
τανεία̣ν εἰς στήλ̣ην λιθίνην καὶ στῆσαι ἐν ἀγορᾶι· v | |
15 | εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης |
μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γενόμενον | |
ἀνάλωμα. | |
vacat 0,081 | |
18 | ἡ βουλή, |
ὁ δῆμος | |
20 | Εὐκλείδαν |
Κλεομβρότου | |
Ῥόδιον. | |
vacat 0,312 |