Proxeny decree for Eukleidas of Rhodes. Lower part of a stele of gray marble. Non-stoich. c. 39.
[ ]
Attica — Athens — Agora — ca. 185 BC — Hesperia 76 (2007) 540-545 — SEG 57.111
| 1 | [— — — — — — — — — — — — — — — — εἰς τὴν ἐπιοῦ]- |
| σα̣[ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ] | |
| ξυμβάλλεσθ̣α̣ι̣ [τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ] | |
| τεῖ βουλεῖ ἐπαινέσαι Εὐκλεί̣[δαν Κλεομβρότου Ῥόδιον] | |
| 5 | καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στ̣εφά̣[νωι εὐνοίας ἕνε]- |
| κεν καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸ̣ν̣ [Ἀθηναίων]· | |
| εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην τοῦ δή̣μ̣[ου]· | |
| δεδόσθαι δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας ἔγκτησιν αἰτη%⁸⁰- | |
| σαμένωι κατὰ τὸν νόμον· εἶναι δὲ Εὐκλείδαι καὶ εἰς τὸ | |
| 10 | λοιπὸν̣ διατηροῦντι τὴν αὐτὴν αἵρεσιν εὑρέσθαι καὶ |
| ἄλλο ἀγ̣αθ̣ὸν παρὰ τοῦ δήμου, ὅτου ἂν δοκεῖ ἄξιος εἶναι· v | |
| ἵνα δὲ καὶ ὑπόμνημα ὑπάρχει τῶν ἐψηφισμένων, ἀνα- | |
| γράψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸν κατὰ πρυ- | |
| τανεία̣ν εἰς στήλ̣ην λιθίνην καὶ στῆσαι ἐν ἀγορᾶι· v | |
| 15 | εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης |
| μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γενόμενον | |
| ἀνάλωμα. | |
| vacat 0,081 | |
| 18 | ἡ βουλή, |
| ὁ δῆμος | |
| 20 | Εὐκλείδαν |
| Κλεομβρότου | |
| Ῥόδιον. | |
| vacat 0,312 |