Honorific decree for the prytaneis of Antiochis. Stele of gray marble, preserved on the left. Non-stoich. c. 42.
[ ]
Attica — Athens — Agora — 180/79 BC? — W.K. Pritchett, B.D. Meritt, Chronology (1940) 121-123 — Agora XV 171
See also:
| 1 | ἐπὶ Δημητρίου ἄρχοντ̣ος, ἐπὶ τ̣[ῆς Ἀντιοχίδος ἐνάτης πρυτα]- |
| νείας· Ἐλαφηβολιῶνος ὀγδόει μετ̣’ ε̣[ἰκάδας, κατὰ θεὸν δὲ] | |
| τετράδι μετ’ εἰκάδας· ὀγδόει καὶ εἰκοσ[τεῖ τῆς πρυτανεί]- | |
| ας· ἐκκλησία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐ[πεψήφιζεν Σέ]- | |
| 5 | λευκος Μενεκλέους Κολλυτεὺς καὶ συμ[πρόεδροι· Σώπατρος] |
| Κάλλωνος Φαληρεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ[γέλλουσιν οἱ πρυ]- | |
| τάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν θυσιῶ̣[ν, ὧν ἔθυον τὰ πρὸ] | |
| τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προ[στατηρίωι καὶ τεῖ Ἀρ]- | |
| τέμιδι τεῖ Βουλαίαι καὶ τῶι Διὶ τῶι Κτη̣[σίωι μετὰ τοῦ ἱερέως αὐ]- | |
| 10 | τοῦ καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτρι[ον ἦν, ἀγαθεῖ τύχει], |
| δεδόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δ̣[έχεσθαι τὰ ἐν τοῖς ἱεροῖς], | |
| οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρία̣[ι τῆς τε βουλῆς καὶ τοῦ] | |
| δήμου καὶ τῶν συμμάχων· ἐπ̣[ειδὴ δὲ οἱ πρυτάνεις τάς] | |
| τε θυσίας ἔθυσαν ἁπάσας, [ὅσαι καθῆκον ἐν τεῖ πρυ]- | |
| 15 | τανείαι καλῶς καὶ φιλο[τίμως, ἐπεμελήθησαν δὲ] |
| καὶ τῆς συλλογῆς τῆς τ̣[ε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν] | |
| ἄλλων, ὧν αὐτοῖς προσέ̣[ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ]- | |
| ματα τοῦ δήμου· ἐπαι[νέσαι τοὺς πρυτάνεις τῆς Ἀντιο]- | |
| χίδος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ] | |
| 20 | τὸν νόμον εὐσεβεί̣[ας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ] |
| φιλοτιμίας τῆς [εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθη]- | |
| ναίων· ἐπαινέσ[αι τὸν ταμίαν — — — — c.15 — — — —] | |
| Εὐκλέ[ο]υ̣ς Ἀλ̣[ωπεκῆθεν καὶ στεφανῶσαι κατὰ τὸν νόμον]· | |
| ἀναγράψ̣[αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]- | |
| 25 | τὰ πρυτ̣[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι] |
| πρυτα[νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ] | |
| τ̣ὴν ἀν̣[άθεσιν μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμε]- | |
| ν̣ον ἀ[νάλωμα]. | |
| vacat |