Honorific decree for ephebes under the archon Sositeles and their instructors. Intact stele of white marble. Non-stoich. c. 55.
[ ]
Attica — Athens — Agora — 196/5 BC (inscr. 194/3 BC)
| 1 | ἐπὶ Τυχάνδρου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος τρίτης πρυτανείας, |
| εἷ Σωσιγένης ΜαραθώνιοςX ἐγραμμάτευεν· Βοηδρομιῶνος ἐνάτει | |
| ἱ̣στ̣α̣μένου, ὀγδόει τῶν ἐμβολίμων· τριακοστεῖ τῆς πρυτανείας· ἐκ[%⁸⁰]- | |
| [κλησ]ία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Αἰσχρίων Αἰσχρίω̣- | |
| 5 | [νος] Α̣ὐρίδης καὶ συμπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· vvv |
| [Εὔ]βουλος Ἀρισταίχμου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ οἱ ἐφηβεύσαντες ἐπ̣[ὶ] | |
| [Σ]ωσιτέλου ἄρχοντος δ̣ι̣ετέλεσαν πειθόμενοι τῶι τε κοσμητεῖ καὶ το̣[ῖς] | |
| [δι]δασκάλοις, ἐλειτούργησαν δὲ τάς τε πομπὰς τὰς καθηκούσας ἑαυ%⁸⁰- | |
| [το]ῖς ἐν ἀμφοτέραις ταῖς πόλεσιν καὶ τοὺς βοῦς ἤραντο δ̣ι̣’ ἑαυτῶν, ἔδραμο[ν] | |
| 10 | [δὲ] καὶ τὰς λαμπάδας καλῶς καὶ εὐσχημόνως καὶ τοὺς ἄλλους ἀγῶνας |
| [τοὺς κ]αθήκοντας ἑαυτοῖς πάντας, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλακῆς v | |
| [τῶ]ν πόλ̣εων πειθόμενοι τῶι τε κοσμητεῖ καὶ τοῖς στρατηγοῖς, καθ’ ἃ ἂν πα- | |
| [ρ]αγγέλλωσιν, καὶ παραδεδώκασιν τοῖς μεθ’ ἑαυτοὺς ἐν εἰρήνει, ἔθυσαν | |
| δὲ καὶ τοῖς θεοῖς τὰς καθηκούσας ἑαυτοῖς θυσίας καὶ Ἐλευσῖνι τοῖς Προη- | |
| 15 | [ροσίοις] ἤραντο τοὺς βοῦς, συ̣ναντελάβοντο δὲ καὶ τῆς ἀνακαθάρσεως |
| καὶ [— c.6 —] τοῦ Λυκείου, συνεξήρχοντο δὲ καὶ μετὰ τῶν στρατηγῶν κα̣[ὶ] | |
| τοῦ κοσμ[ητ]οῦ εἰς τὴν χώραν ἐπὶ τὰς βοηθείας τοῦ πυρός, ἐφήδρευσαν δὲ | |
| [καὶ τ]ὰς ἐκκλησίας πάσας καὶ τοῖς βουλευταῖς συνκαταβαίνοντες εἰς τὸ | |
| [ἄστυ, ἐποι]ήσαντο δὲ καὶ τὴν ἐν τοῖς ὅπλοις ἀπόδειξιν ἔν τε τοῖς Ἐπιτα- | |
| 20 | [φίοις καὶ τεῖ βουλ]εῖ ἀκολούθως τοῖς νόμοις· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ |
| [τοῖς ἀεὶ ἐφηβεύουσι]ν εὐτακ[τε]ῖν καὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθιστα- | |
| [μένοις ἐπὶ τὴν ἑ]αυτῶν εὐ[κο]σμίαν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τι- | |
| μῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας | |
| [προέδρους εἰς τ]ὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων̣, [γνώμ]ην | |
| 25 | [δὲ ξυμβάλλεσθ]αι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλ[εῖ ἐπ]αι- |
| νέσαι τοὺς ἐφηβεύσαντας ἐπὶ Σωσιτέλου ἄρχοντος καὶ στεφαν̣[ῶσ]αι | |
| αὐτοὺς χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας πρός τε τὴ[ν] βου- | |
| λὴν̣ καὶ τὸν δῆμον, ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν αὐτῶν Χρέμητα Θ̣εο̣- | |
| [․․․]ίδου ἐγ Μυρρινούττης εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων δια- | |
| 30 | τελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, καὶ ἀνειπεῖν τὸν στέ[φανον τοῦ]- |
| τ[ο]ν Διονυσίων τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσιν[ίων καὶ Πτο]- | |
| [λεμαίων] τοῖς γυμνικοῖς ἀγῶσιν, τῆς δὲ ἀναγορεύσεως τῶν στεφάν[ων ἐπιμε]- | |
| [ληθ]ῆ̣ναι τοὺς στρατηγούς, δοῦναι δὲ αὐτοῖς καὶ πίνακος ἀνάθεσι[ν ἐν ὧι ἂν αὐ]- | |
| [τοὶ] αἱρῶνται τόπωι, ἐ[παιν]έσαι δὲ καὶ τὸν παιδοτρίβην Ἑρμόδωρον Ἑορτίου | |
| 35 | [Ἀχαρν]έα καὶ τὸν ὁπλομάχον Νικόμαχον Νικομάχου Ἀφιδναῖον, καὶ τὸν κ[αταπαλ]- |
| [ταφέ]την Νέανδρον Πεδιέως ἐκ Κεραμέων καὶ τὸν τοξότην Φάρον Π̣ε[— c.6 —] | |
| [Φιλ]αίδην καὶ τὸν γραμματέα Κρίτωνα Πολεμαίου Ἀθμονέα καὶ [στεφανῶσαι] | |
| [ἕκασ]τον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [τὸν γρα]μ- | |
| [ματέ]α τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι [— — — c.12 — — —]· | |
| 40 | [τὸ] δὲ γ̣ενόμενον ἀνάλωμα μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει. vacat |
| vacat 0,011 | |
| 41 | [ἐ]π[ὶ] Ἀ[ρ]χίππο<υ> ἄρχοντος, ἐ[π]ὶ τῆς [Πτολε]μαιΐδος ἑνδεκάτης πρυτανείας, εἷ [Ἀ]ρ̣- |
| [χ]ωνίδης̣ ΣουνιεὺςXII ἐγραμμά[τ]ε[υεν]· δήμου ψηφίσματα· Θαργηλιῶνος δευτέ- | |
| [ραι μετ’] εἰ[κ]άδας, ἐνάτει [κ]α[ὶ εἰκοστεῖ τ]ῆς πρυτα[νείας· ἐκ]κλησία ἐμ Πειραι- | |
| [εῖ· τῶν προέδρων ἐπεψήφιζε]ν [— c.4 —]ος Νικαινέτου Λαμπτρεὺς καὶ συμπρό- | |
| 45 | ε[δ]ροι· [ἔδοξ]εν τεῖ βουλεῖ καὶ τ[ῶ]ι δ[ήμ]ωι· [— 1-2 —]αρος Δειν̣ί̣ο̣υ̣ [Φιλ]αίδης εἶπεν· ἐπειδὴ |
| ὁ κ̣[οσμητὴς] ὁ ἐπὶ Σωσιτέλου [ἄρ]χ[οντος Χρέμης ἦρξε]ν τὴν ἀρχὴν καλῶς | |
| [καὶ] κα[τὰ τοὺς νόμ]ους [— — — — — c.22 — — — — —] τῶν ἐφήβων πᾶσι διε[τε]- | |
| [λ— — — — — — — — — — — — — — — — — — — — — τοῖς] ὑπὸ τῶν στρατηγῶν | |
| [παραγγελλομένοις — — — — — — — — — — — — — — — —] τῶν ἄλλων ἁπάντων | |
| 50 | [— — c.12 — — π]ρόνοια[ν π]ο[ι— — c.12 — — τ]ῆς τε βουλῆς καὶ τοῦ δήμου ἐ- |
| [— — c.10 — —] τούτων λόγους [— — — c.15 — — —] κατὰ τοὺς νόμους· ὅπως ἂν | |
| [οὖν ἐφάμιλλ]ο[ν] εἶ [πᾶσιν τ]οῖς ὑ[πὸ τοῦ δήμου καθισταμένοις] ἐπὶ τὴν [ἀρχὴν ταύ]- | |
| [την — — — — — — — — — — — — — — — — — — — —], ἀ[γα]θεῖ τύχει, δεδόχθαι | |
| [τεῖ βουλεῖ]· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
| 55 | [σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς] τὸν δῆμον, ὅτι δοκεῖ |
| [τεῖ βουλεῖ] ἐπαι[νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων τὸν ἐπὶ Σωσιτέλου ἄρχοντος] | |
| [Χρέμητα Θ̣εο̣․․․ίδου ἐγ Μυρρινούττης ἀρετῆς ἕνεκεν] καὶ στεφανῶσαι χ̣[ρυ]- | |
| [σῶι σ]τεφάν[ωι] κα[τὰ τὸν] νόμον [καὶ ἀνειπεῖν τὸν] στέφανον τοῦτον Διονυ[σί]- | |
| [ων τε τῶ]ν ἐν ἄστει καινοῖς τραγ[ω]ιδ[οῖς καὶ Παναθη]ν̣αίων καὶ Ἐλευσινίων [καὶ] | |
| 60 | [Πτολεμαίων — — c.12 — —] καὶ τοῖς γυμνικοῖς ἀγῶσιν· ἀναγράψαι δὲ τόδε τὸ ψή[φι]- |
| [σμα] τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν | |
| [ἀγορᾶι]· τὸ δὲ ἀνάλωμα τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν μερίσαι τὸν ἐπὶ τεῖ δι[οι]- | |
| [κήσει]. | |
| cit. 1.64 | [ἡ βο]υλή, |
| 65 | ὁ δῆμος |
| τοὺς ἐφήβους | |
| cit. 2.67 | ἡ βουλή, |
| ὁ δῆμος | |
| τὸν κοσμητὴν | |
| 70 | Χρέμητα |
| ἐγ Μυρρινούττης | |
| cit. 3.72 | οἱ ἔφηβοι |
| τὸν κοσμητὴν | |
| Χρέμητα ἐγ | |
| 75 | Μυρρινούττης |
| 76 | οἱ ἐφηβεύσαντες ἐπὶ Σωσιτέλου ἄρχοντο[ς]· |
| col. I.77 | ἘρεχθεῖδοςI |
| [— c.3 —]δοτος [— 2-3 —]ησίωνος Κηφισιεύς | |
| ΑἰγεῖδοςII | |
| 80 | [․․․]κλῆς Ἁγνοθέου Ἁλαιεύς |
| ΠανδιονίδοςIII | |
| [— c.5 —]ης Δίου Στειριεύς | |
| [— c.6 —]ος Μουσαίου Παιανιεύς | |
| ΛεωντίδοςIV | |
| 85 | ΠτολεμαιΐδοςV |
| [Θεόδο]τος Τιμη[σ]ίωνος Φλυεύς | |
| ἈκαμαντίδοςVI | |
| [— c.6 —]της Τιμοκλέους Κικυννεύς | |
| ΟἰνεῖδοςVII | |
| 90 | [— c.5 —]ης Μνησιθέου Πτελεάσιος |
| ΚεκροπίδοςVIII | |
| [— — — — — — — — — —] | |
| col. II.93 | Ζώπυρος Δικαίου Μελιτεύς |
| Δίων Μνησιθέου Συπαλήττιος | |
| 95 | Καλλίμαχος Καλλιστράτου Αἰξωνεύς |
| ἹπποθωντίδοςIX | |
| Κηφισόδωρος Κηφισοδώρου Ἁμαξαντεύ[ς] | |
| Σιμωνίδης Ἡρακλείδου ἐκ Κοίλης | |
| Λεύκων Θέωνος Θυμαιτάδης | |
| 100 | Ἀλεξικράτης Ἀλ[εξ]ίωνος Ἐλευσίνιος |
| ΑἰαντίδοςX | |
| ἈντιοχίδοςXI | |
| Κλέων [— — — — — Ἀναφλ]ύστιος | |
| Βρύων Μ[— c.4 —ου Ἀλωπεκ]ῆθεν | |
| 105 | Πατροκλ[— — — — — Ἀμφι]τροπῆθεν |
| [Ἀτταλίδος]XII | |
| [— — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — —] | |
| cit. 1.109 | [ἡ βουλή], |
| 110 | [ὁ δῆμος] |
| [Ἑρμόδωρον] | |
| παι[δοτρίβην] | |
| vacat 0,22 | |
| cit. 2.113 | ἡ βουλή, |
| ὁ δῆμος | |
| 115 | Νικόμαχον |
| ὁπλομάχον | |
| vacat 0,22 | |
| cit. 3.117 | [ἡ] βουλή, |
| [ὁ] δῆμος | |
| Νέανδρον | |
| 120 | καταπάλτην |
| vacat 0,22 | |
| cit. 4.121 | ἡ β[ουλή], |
| ὁ [δῆμος] | |
| Φά[ρον] | |
| το[ξότην] | |
| vacat 0,22 | |
| cit. 5.125 | [ἡ βουλή], |
| [ὁ δῆμος] | |
| [Κρίτωνα] | |
| [γραμματέα]. | |
| vacat 0,22 |