Athenian decree recognizing the asylia of Magnesia and the Leukophryena. Wall stone, perimeter wall of the agora at Magnesia. Non-stoich. c. 43.
[ ]
Ionia — Magnesia on the Maeander — 208/7 BC — O. Kern, I.Magnesia 37 — K.J. Rigsby, Asylia (1996) 215, 87
See also:
| 1 | [ἐπὶ — — c.11 — — ἄρ]χοντος, ἐπὶ τῆ[ς Ἱππ]οθωντίδος πέμ- |
| [πτης πρυτανεία]ς· vv Ἀρχικλῆ[ς Χ]αριδήμου ἘρχιεὺςIV ἐγραμ- | |
| [μάτευεν· βου]λῆς v ψήφισμα̣· Πυανοψιῶνος ἕκτει ἱσταμένου· | |
| [ἑβ]δόμε[ι] τ̣ῆς πρυτανείας· βουλ<ὴ> ἐμ βουλευτηρίωι· τῶμ προ- | |
| 5 | έδρων ἐπεψήφιζεν Εὔβιος Νικάνορος Φαληρεὺς καὶ συμπρό- |
| εδροι· Ἀγαθοκλῆς Διοφάνου Δεκελεεὺς εἶπεν· v ἐπειδὴ Μάγνη- | |
| τες οἱ ἐπὶ Μαιάνδρωι οἰκεῖοι καὶ φίλοι τοῦ δήμου τοῦ Ἀθηναί- | |
| ων ὄντες ψηφισάμενοι θυσίαν καὶ ἀγῶνα στεφανίτην ἰσο- | |
| πύθιον μουσικὸν καὶ ἱππικὸν καὶ γυμνικὸν συντελεῖν vv | |
| 10 | τεῖ ἀρχηγέτιδι τῆς πόλεως αὐτῶν Ἀρτέμιδι Λευκοφρυηνεῖ |
| ἀφεστάλκασιν θεωροὺς v Ἀπολλοφάνην Αἰσχύλου, Εὔβουλον | |
| Ἀναξαγόρου, Λυκομήδην Χαρισίου, οἳ προσελθόντες πρὸς | |
| τὴν βουλὴν καὶ τὸν δῆμον ἀνενεώσαντο τήν τε προϋπάρχου- | |
| σαν ταῖς πόλεσιν οἰκειότητα καὶ φιλίαν καὶ ἀπολογισά- | |
| 15 | μενοι τὴν τῆς θεᾶς ἐπιφάνειαν παρεκάλεσαν μετὰ |
| πάσης σπουδῆς καὶ φιλοτιμίας ἀποδέξασθαι τὸν ἀγῶ- | |
| να στεφανίτην ἰσοπύθιον, ὃν τιθέασιν τεῖ Ἀρτέμιδι τεῖ | |
| Λευκοφρυηνεῖ, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱε- | |
| ρὰν καὶ ἄσυλον ἀποδεῖξαι, καθότι αὐτοῖς καὶ ὁ θεὸς ὁ ἐν Δελ- | |
| 20 | φοῖς ἔχρησεν· v ἵνα οὖν καὶ ὁ δῆμος φανερὸς ἦι ἐμ παντὶ και- |
| ρῶι τιμῶν τὸ θεῖον vv καὶ τὴν οἰκειότητα καὶ τὴμ φιλί- | |
| αν τηρῶν τὴμ πρὸς Μάγνητας, v ἀγαθεῖ τύχει, δεδόχθαι | |
| τεῖ βουλεῖ· τοὺς προέδρους οἳ ἂν λάχωσιν εἰς τὴν ἐπιοῦ- | |
| σαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ | |
| 25 | ξυμβάλ<λ>εσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ<⁶¹ε>⁶¹ῖ βουλεῖ |
| δέχεσθαι τὸν δῆμον καὶ νῦν καὶ εἰς τὸμ μετὰ ταῦτα χρό- | |
| νον τάς τε σπονδὰς καὶ τὰς θυσίας καὶ τὸν ἀγῶνα, ὃν τιθέ- | |
| ασιμ Μάγνητες τεῖ Ἀρτέμιδι τεῖ Λευκοφρυηνεῖ στεφανί- | |
| την ἰσοπύθιον, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱερὰν | |
| 30 | καὶ ἄσυλον εἶναι κατὰ τὰς τοῦ θεοῦ μαντείας, vv ἐπαινέ- |
| σαι δὲ καὶ τὸν δῆμον τὸμ Μαγνήτων καὶ στεφανῶσαι | |
| θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν, ἐπαινέσαι δὲ καὶ | |
| τοὺς παραγεγονότας θεωροὺς Ἀπολλοφάνην, v Εὔβου- | |
| λον, Λυκομήδην καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλ- | |
| 35 | λοῦ στεφάνωι εὐσεβείας ἕνεκεν τῆς εἰς τὴν θεὰν καὶ |
| τῆς εἰς τὴν πατρίδα φιλοτιμίας, καλέσαι δὲ αὐτοὺς καὶ | |
| ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν ἐν | |
| στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι· τὸ δὲ γινόμε- | |
| 40 | νον ἀνήλωμα εἰς τὴμ ποίησιν τῆς στήλης καὶ τὴν ἀνάθε- |
| σιν μερίσαι τὸν ταμίαν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. vac. | |
| vacat 0,022 |