Honorific decrees for Eumaridas of Kydonia and his son Charmion. Pedimental stele of white marble, broken at the bottom; inscriptions in a single hand (shortly after 193/2 BC). Non-stoich. c. 42-45.
[ ]
Attica — Athens — Agora — 228/7 (I), 211/0 (II), 193/2 (III) BC — IG II² 844 w. Add. p. 668 — Syll.³ 535-357 — A. Bielman, Retour à la liberté (1994) 119, 31 (I)
See also:
| I.1 | θεοί· |
| ἐπὶ Ἡλιοδώρου ἄρχοντος, ἐπὶ τῆς Κεκροπίδος ἑνδεκά- | |
| της πρυτανείας· Θαργηλιῶνος· Λυσίστρατος Φυλαρχί- | |
| δου Οἰ̣ναῖος εἶπεν· ἐπειδὴ Εὐμαρ〚․〛ίδας πρότερόν τε v | |
| 5 | καθ’ ὃν καιρὸν συνέβη Βοῦκριν καταδραμόντα τὴν χώ- |
| ραν καταγαγεῖν εἰς Κρήτην τῶν τε πολιτῶν πλείους κα[ὶ] | |
| τῶν ἄλλων τῶν ἐκ τῆς πόλεως, πολλὰς καὶ μεγάλας χρεί- | |
| ας παρέσχετο τῶι δήμωι καὶ προεισήνεγκε χρήματα ἐ- | |
| κ τῶν ἰδίων εἰς τὰ εἴκοσι τάλαντα τὰ συνφωνηθέντα ὑπὲρ | |
| 10 | τῶν αἰχμαλώτων, ἐδάνεισε δὲ καὶ τοῖς ἁλοῦσιν εἰς ἐφόδια, |
| καὶ νῦν ἀποστείλαντος τοῦ δήμου πρεσβευτάς, ὅπως τά | |
| τε φιλάνθρωπα διαμένει πρὸς πάντας Κρηταιεῖς καὶ ἵνα, | |
| εἴ που λάφυρον ἀποδέδοται τοῖς καταπλέουσιν, ἀρθεῖ τοῦ- | |
| το, συνηγόρησεν εἰς τὸ πάντα πραχθῆναι τὰ συνφέροντα | |
| 15 | τῶι δήμωι, συνεπρέσβευσεν δὲ καὶ εἰς Κνωσὸν καὶ τοὺς συμμά- |
| χους, ἔδωκε δὲ καὶ ἐπιστολὰς τοῖς πρεσβευταῖς εἰς Πολύ%⁸⁰- | |
| ρηνα πρὸς τοὺς φίλους, ὅπως συνπραγματεύωνται μετ’ αὐ%⁸⁰- | |
| τῶν περὶ τῶν συμφερόντων, ἀναδέχεται δὲ τὴν πᾶσαν ἐπιμέ- | |
| λειαν ποιήσεσθαι τοῦ δια̣μένειν τὰ φιλάνθρωπα τῶι δήμω[ι] | |
| 20 | πρὸς τοὺς οἰκοῦντας ἐγ Κρήτει πάντας· ὅπως ἂν οὖν καὶ ὁ δῆ- |
| μος φαίνηται τιμῶν τοὺς ἀποδεικνυμένους, ἣν ἔχουσιν αἵ- | |
| ρεσιν ἐμ παντὶ καιρῶι, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· | |
| ἐπαινέσαι Εὐμ<⁶¹αρί>⁶¹δαν Πανκλέους Κυδωνιάτην καὶ στεφα- | |
| νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕ- | |
| 25 | νεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸ[ν] |
| Ἀθηναίων, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ἀκροπό%⁸⁰- | |
| λει· εἶναι δ’ αὐτῶι καὶ εἰς τὸ λοιπὸν χρείας παρεχομένωι | |
| τιμηθῆναι καταξίως, ὧν ἂν εὐεργετήσει· ἀναγράψαι δὲ τό- | |
| δε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου εἰς στήλην λιθί%⁸⁰- | |
| 30 | νην καὶ στῆσαι παρὰ τὴν εἰκόνα· τὸ δὲ γενόμενον ἀνάλωμα |
| εἰς τὴν ἀνάθεσιν τῆς εἰκόνος καὶ τῆς στήλης μερίσαι τὸν | |
| ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. vv | |
| vacat 0,011 | |
| II.33 | ἐπὶ Ἀρχελάου· Ἀνθεστηριῶνος ἐμβολίμου· Διονύσιος Θεο- |
| φίλου Ἐλαιούσιος εἶπεν· ἐπειδὴ διὰ τὴν εὔνοιαν, ἣν ἔχων δια%⁸⁰- | |
| 35 | τελεῖ πρὸς τὸν δῆμον Εὐμαρίδας Κυδωνιάτης πρότερον μὲν |
| ὁ δῆμος ἐψηφίσατο ἀναθεῖναι αὐτοῦ εἰκόνα, νῦν δὲ Εὐρυκλεί- | |
| δης καὶ Μικίων ἐμφανίσαντες περὶ αὐτοῦ τὰς χρείας, ἃς π[α]- | |
| ρέχεται ἀξιοῦσι δοθῆναι τὴν ἀνάθεσιν ἐν τῶι τεμένει το[ῦ] | |
| Δήμου καὶ τῶν Χαρίτων, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· δε- | |
| 40 | δόσθαι Εὐμαρίδαι τὴν ἀνάθεσιν τῆς εἰκόνος, ἧς πρότερον ἐ%⁸⁰- |
| ψήφισ<⁶¹ται>⁶¹ ὁ δῆμος ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, | |
| κ̣αθάπερ αἰτοῦνται αὐτῶι Εὐρυκλείδης καὶ Μικίων· εἶναι δὲ | |
| καὶ τὰς λοιπὰς τὰς ἐψηφισμένας τιμὰς αὐτῶι κυρίας. vvvvv | |
| {²in corona oleaginea:}² | |
| 44 | ἡ βου̣λ̣ή, |
| 45 | ὁ δῆμος |
| Εὐμαρίδαν | |
| Πανκλέους | |
| Κυδωνιάτην. | |
| III.49 | ἐπὶ Φαναρχίδου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος τρίτης |
| 50 | πρυτανείας· Βοηδρομιῶνος· Νικίας Πολυ[ξ]ένου Πόριος εἶπεν· |
| ἐπειδὴ Χαρμίων ὑὸς ὢν Εὐμαρίδου τοῦ Κυδωνιάτου προξέ[%⁸⁰]- | |
| νου καὶ εὐεργέτου ὄντος ἄξιον ἑαυτὸν παρασκευάζων τῶ[ν] | |
| δεδομένων τῶι πατρὶ αὐτοῦ τιμῶν καταπλεύσας εἰς τὸν v | |
| Πειραιᾶ θεωρὸς ἀπεσταλμένος εἰς Δελφοὺς ὑπὸ τῶν πολιτῶν | |
| 55 | προσαγαγόντων αὐτὸν τῶν στρατηγῶν ἀπολελόγισται τεῖ |
| βουλεῖ τήν τε πατρικὴν εὔνοιαν καὶ τὰ ὑφ’ ἑαυτοῦ πεπρα%⁸⁰%⁸⁰- | |
| γμένα, καὶ εἰς τὸ λοιπὸν ἐπαγγέλλεται χρήσιμος ἔσεσθαι v | |
| καὶ ἰδίαι καὶ κοινεῖ τοῖς παραγινομένοις εἰς Κρήτην Ἀθηναί- | |
| ων· ὅπως ἂν οὖν ἐμ παντὶ καιρῶι τὰ φιλάνθρωπα πρὸς τοὺς ἀξίους | |
| 60 | πράττηται καὶ νῦν καθάπερ καὶ πρότερον, τύχει ἀγαθεῖ, δεδόχθαι |
| τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ- | |
| κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
| τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ τοὺς μὲν στρα- | |
| τηγοὺς ἀποστεῖλαι ξένια Χαρμίωνι Εὐμαρίδου καὶ τοῖς πα- | |
| 65 | ραγεγονόσι μετ’ αὐτοῦ συνθεώροις καὶ τῶι ὑῶι αὐτοῦ Εὐμαρίδαι, |
| τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμενον ἀνά- | |
| [λ]ωμα κατὰ τὴν διάταξιν· ὑπάρχειν δ’ αὐτῶι καὶ τὴν πατρικὴν | |
| [π]ροξενίαν καὶ τοῖς ἐκγόνοις· εἶναι <δ’> αὐτῶι καὶ εἰς τὸ λοιπὸν τῆ[ς] | |
| [ἰδ]ί̣ας αἱρέσεως ποιουμένωι τὴν ἀπόδειξιν εὑρέσθαι ἀγαθὸν | |
| 70 | παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, ὅτου ἂμ φαίνηται ἄξιος εἶναι. |
| vacat 0,21 |