Decree of Athens in honor of the epimeletai of the Amphiaraia.  Pedimental stele of white marble, in two joining pieces. Stoich. 27.
[ ] Oropia — Oropos — Amphiareion — 329/8 BC — IG VII 4254 — C.J. Schwenk, Athens (1985) 241, 50 — Epigr. tou Oropou 298
cymatium.1 θεοί·
2 ἐπὶ Κηφισοφῶντος ἄρχοντος, ἐπὶ τ-
ῆς Ἱπποθωντίδος τρίτης πρυτανε-
ίας, ἧι Σωστρατίδης Ἐχφάντου Εὐπ-
5 υρίδηςIV ἐγραμμάτευεν·    vacat
ἕκτει ἐπὶ δέκα· τρίτει καὶ τριακο-
στεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶ-
μ προέδρων ἐπεψήφισζεν Δημοχάρ-
ης Φλυεύς∶ ἔδοξεν τῶι δήμωι· Δημοσ-
10 θένης Δημοκλέους Λαμπτρεὺς εἶπ-
εν· ἐπειδὴ οἱ χειροτονηθέντες ὑπ-
ὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν το-
ῦ ἀγῶνος καὶ τῶν ἄλλων τῶν περὶ τὴ-
ν ἑορτὴν τοῦ Ἀμφιαράου καλῶς καὶ
15 φιλοτίμως ἐπεμελήθησαν τῆς τε π-
ομπῆς τῶι Ἀμφιαράωι καὶ τοῦ ἀγῶν-
ος τοῦ γυμνικοῦ καὶ ἱππικοῦ καὶ τ-
ῆς ἀποβάσεως καὶ τῶν ἄλλων πάντω-
ν τῶν περὶ τὴν πανήγυριν, ὧν αὐτοῖ-
20 ς προσέταξεν ὁ δῆμος, δεδόχθαι τῶ-
ι δήμωι· ἐπαινέσαι τοὺς αἱρεθέντ-
ας Φανόδημον Διύλλου Θυμαιτάδη-
νVIII, Λυκοῦργον Λυκόφρονος Βουτάδη-
ν∶VI Δημάδην Δημέου Παιανιέα∶III Σώφιλ-
25 ον Ἀριστοτέλους Φυλάσιον∶VI Θρασυ-
λέοντα Θεοφῶντος Ἀχαρνέα∶VI Ἐπιτέ-
λην Σωινόμου Περγασῆθεν∶I Νικήρα-
τον Νικίου Κυδαντίδην∶II Ἐπιχάρην
Ἀγωνοχάρους Παιανιέα∶III Θυμοχάρη-
30 ν Φαίδρου Σφήττιον∶V Κηφισοφῶντα
Λυσιφῶντος Χολαργέ(α)∶V δικαιοσύνη-
ς ἕνεκα καὶ φιλοτιμίας τῆς πρὸς τ-
ὸν θεὸν καὶ τὸν δῆμον τῶν Ἀθηναίω-
ν, καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι σ-
35 τεφάνωι ἀπὸ ∶Χ∶ δραχμῶν· δοῦναι δὲ α-
ὐτοῖς καὶ εἰς θυσίαν καὶ ἀνάθημα
Η∶ δραχμάς· τὸ δὲ ἀργύριον τ<ὸ> εἰς τὴ-
ν θυσίαν προδανεῖσαι τὸν ταμίαν
τοῦ δήμου· ἐν δὲ τοῖς πρώτοις νομο-
40 θέταις προσνομοθετῆσαι τῶι ταμ-
[ί]αι· δοῦναι δὲ καὶ τὰς τριάκοντα δ-
[ρ]αχμὰς τὸν ταμίαν τοῦ δήμου τοῖς
α̣ἱρεθεῖσιν ἐπὶ τὸν ἀγῶνα, ἃς εἴρη-
ται διδόναι ἐν τῶι νόμωι τῶι αἱρε-
45 θέντι ἐπὶ τὴν εὐταξίαν· ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ-
α τῆς βουλῆς καὶ στῆσαι ἐν τῶι ἱερ-
ῶι τοῦ Ἀμφιαράου· εἰς δὲ τὴν ἀναγρ-
αφὴν τῆς στήλης δοῦναι τὸν ταμία-
50 ν τοῦ δήμου ∶ΔΔΔ∶ δραχμὰς ἐκ τῶν κατ-
ὰ ψηφίσματα μεριζομένων τῶι δήμ-
ωι.       vacat
                        vacat 0,10
Search Help
Contact Us