Athenian decrees in honor of Pytheas, superintendent of the water supply. Stele of white marble, broken at the bottom. Stoich. 35.
[ ]
Oropia — Oropos — Amphiareion — 333/2 BC — IG VII 3499 — IG II² 338 — I.Oropos (1997) 295
See also:
| II.1 | θεοί· |
| ἐπὶ Νικοκράτους ἄρχοντος, ἐπὶ τῆς Αἰγηίδος | |
| πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ- | |
| ληνεὺςX ἐγραμμάτευεν· Μεταγειτνιῶνος ἐνά- | |
| 5 | τηι ἱσταμένου· ἐνάτηι καὶ τριακοστῆι τῆς ∶ |
| πρυτανείας· τῶν προέδρων ἐπεψήφιζεν Νικί- | |
| ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ- | |
| ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ- | |
| οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν- | |
| 10 | ειγκε͂ν περὶ Πυθέου, καθότι τιμηθήσεται ὑπ- |
| ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμω- | |
| ι· ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ- | |
| ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ- | |
| ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ | |
| 15 | Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ- |
| εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ- | |
| εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ- | |
| ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν | |
| Σωσιδήμου Ἀλωπεκῆθεν, ἐπειδὰν τὰς εὐθύνα- | |
| 20 | ς δῶι, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω- |
| ι ἀπὸ ∶ Χ ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ- | |
| ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρηνῶν, ὅπ- | |
| ως ἂν καὶ οἱ ἄλλοι οἱ <ἀ>εὶ χειροτονούμενοι ἐ- | |
| πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ- | |
| 25 | ν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ |
| τῆς βουλῆς εἰς στήλας ∶ λιθίνας δύο τὸν γρα- | |
| μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία- | |
| ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ- | |
| ιαράου· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ- | |
| 30 | ω ὁ ταμίας τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἑκατέρας |
| τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα- | |
| λισκομένων τῶι δήμωι. vacat | |
| vacat 0,01 | |
| I.33 | [ἔδοξεν τῆι βουλῆι· ὀγ]δόηι καὶ τριακοστῆι ∶ |
| [τῆς πρυτανείας· βουλὴ ἐν] β̣[ου]λ̣[ευτη]ρίωι· τῶν̣ | |
| 35 | [προέδρων ἐπεψήφιζεν — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — —] |