Law against tyranny.  Intact stele of white marble with relief. Stoich. 36.
[ ] Attica — Athens — Agora — 337/6 BC — Hesperia 21 (1952) 355, 5 — Agora XVI 73 — Rhodes and Osborne, GHI (2003) 79
1 ἐπὶ Φρυνίχου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἐν-
άτης πρυτανείας, ἧι Χαιρέστρατος Ἀμεινίου
ἈχαρνεὺςVIγραμμάτευεν· τῶν προέδρων ἐπεψή-
φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ-
5 τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τοῖς νομοθέται-
ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι
ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ-
ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν
10 καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο-
κ<τ>είνηι, ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ-
τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου καταλ-
ελυμένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ-
ήνησιν ἀνιέναι εἰς Ἄρειον πάγον μηδὲ συνκα-
15 θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη-
δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ-
ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ-
ν βουλευτῶν τῶν ἐξ Ἀρείου πάγου εἰς Ἄρειον π-
άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη-
20 ι περί τινος, ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος
τὸ ἐξ ἐκείνου καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ
καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν-
δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ-
ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ-
25 ῆς εἰσόδου τῆς εἰς Ἄρειον πάγον τῆς εἰς τὸ βο-
υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία-
ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν
δοῦναι τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη-
φίσματα ἀναλισκομένων τῶι δήμωι.    vac.
                              vacat 0,73
Search Help
Contact Us