[ ] Att. — Athens: Agora — stoich. 36 — 337/6 a. — Hesp. 21.1952.355,5 — Schwenk 33,6 — SEG 12.87; 39.80
See also:
1 ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος ἐν-
άτης πρυτανείας ἧι Χαιρέστρατος Ἀμεινίου
Ἀχαρνεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή-
φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ-
5 τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τοῖς νομοθέται-
ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι
ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ-
ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν
10 καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο-
κτείνηι ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ-
τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου Πάγου καταλ-
ελυ<μ>ένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ-
ήνησιν ἀνιέναι εἰς Ἄρειον Πάγον μηδὲ συνκα-
15 θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη-
δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ-
ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ-
ν βουλευτῶν τῶν ἐξ Ἀρείου Πάγου εἰς Ἄρειον Π-
άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη-
20 ι περί τινος ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος
τὸ ἐξ ἐκείνου, καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ
καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν-
δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ-
ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ-
25 ῆς εἰσόδου τῆς εἰς Ἄρειον Πάγον τῆς εἰς τὸ βο-
υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία-
ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν
δοῦναι τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη-
φίσματα ἀναλισκομένων τῶι δήμωι. {²vacat}²
30 {²vacat}²
Search Help