[ ]
Att. — stoich. 22 — post med. s. IV a.
1 | ἔδοξεν τοῖς Παράλοις· [ἐ]π[ει]- |
δὴ Μειξιγένης ἀνὴρ ἀγαθ[ὸς] | |
ὢν διατελεῖ π[ε]ρὶ τοὺς Π[αρά]- | |
λους καὶ δί[καιο]ς· δεδόχθα[ι] | |
5 | τοῖς Παράλο[ις· σ]τεφαν[ῶ]σα[ι] |
Μειξιγένην [Μί]κωνος Χολλ[ε]ί- | |
δην ἀρετῆς ἕνεκα καὶ δι[κα]- | |
ιο[σύ]νης τῆς εἰς τοὺς Πα[ράλ]- | |
ους χρυσῶι στεφάνωι ἀπὸ [․ δ]- | |
10 | ραχμῶν· νέμειν δὲ αὐτῶι [κ]α[ὶ] |
μερί[δ]α τοὺς Παράλους [ἀ]ε[ὶ ὅ]- | |
ταν θ[ύ]ωσι τ[ῶι] Παράλωι. ἀνα[γ]- | |
ράψα[ι] δὲ τόδε τὸ ψήφισμα ἐ[ν] | |
στήλει λιθίνει καὶ στῆσαι | |
15 | ἐν τῶι Παραλίωι· ἐπιμεληθ[ῆ]- |
ναι δὲ ὅπω[ς ἂ]ν σταθεῖ τοὺς ἐ- | |
πιμελητὰς [τ]οὺς ἐπ[ὶ] Διοφάν- | |
του [τ]αμι[εύ]οντος· ὅτι δ’ ἂν ἀ[ν]- | |
αλώσωσιν εἰς τὴν ἀναγρα[φὴ]- | |
20 | ν τῆς στήλης καὶ τὴν στάσιν |
λογισαμένους, ὅταν π[ρ]ῶτ[ο]ν | |
σύλλογος γένηται, ἀ[πο]λαβ[ε]- | |
ῖν παρὰ τῶν Παράλων. |