[ ] Att. — stoich. 22 — post med. s. IV a.
1 ἔδοξεν τοῖς Παράλοις· [ἐ]π[ει]-
δὴ Μειξιγένης ἀνὴρ ἀγαθ[ὸς]
ὢν διατελεῖ π[ε]ρὶ τοὺς Π[αρά]-
λους καὶ δί[καιο]ς· δεδόχθα[ι]
5 τοῖς Παράλο[ις· σ]τεφαν[ῶ]σα[ι]
Μειξιγένην [Μί]κωνος Χολλ[ε]ί-
δην ἀρετῆς ἕνεκα καὶ δι[κα]-
ιο[σύ]νης τῆς εἰς τοὺς Πα[ράλ]-
ους χρυσῶι στεφάνωι ἀπὸ [․ δ]-
10 ραχμῶν· νέμειν δὲ αὐτῶι [κ]α[ὶ]
μερί[δ]α τοὺς Παράλους [ἀ]ε[ὶ ὅ]-
ταν θ[ύ]ωσι τ[ῶι] Παράλωι. ἀνα[γ]-
ράψα[ι] δὲ τόδε τὸ ψήφισμα ἐ[ν]
στήλει λιθίνει καὶ στῆσαι
15 ἐν τῶι Παραλίωι· ἐπιμεληθ[ῆ]-
ναι δὲ ὅπω[ς ἂ]ν σταθεῖ τοὺς ἐ-
πιμελητὰς [τ]οὺς ἐπ[ὶ] Διοφάν-
του [τ]αμι[εύ]οντος· ὅτι δ’ ἂν ἀ[ν]-
αλώσωσιν εἰς τὴν ἀναγρα[φὴ]-
20 ν τῆς στήλης καὶ τὴν στάσιν
λογισαμένους, ὅταν π[ρ]ῶτ[ο]ν
σύλλογος γένηται, ἀ[πο]λαβ[ε]-
ῖν παρὰ τῶν Παράλων.
Search Help