Dedication of a statue for Aelia Epilampsis, priestess of Demeter and Kore. Base of white (“Pentelic”) marble.
| 1 | ἀγαθῆι τύχηι |
| τὴν ἱέρειαν Δήμητρος καὶ Κόρης | |
| Αἰλ(ίαν) Ἐπίλαμψιν Αἰλ(ίου) Γέλωτος Φαληρέ- | |
| ως θυγατέρα, τοῦ πρώτου ξυστάρχο̣υ | |
| 5 | τῶν ἐν Ἀθήναις ἀγώνων, στρατηγή- |
| σαντος ἐπὶ τοὺς ὁπλείτας, ἱερέως | |
| Διὸς Ὀλυμπίου· v Διοκλέους ἄρξαν- | |
| τος τὴν ἐπώνυμον ἀρχὴν ἔκγονον· | |
| Αἰλ(ίου) Ἀλεξάνδρου ἄρξαντος τὴν ἐπώ- | |
| 10 | νυμον ἀρχὴν ἀδελφιδῆν· Αἰλ(ίου) Ἄρδυος |
| ἀρχιερέως τῶν Σεβαστῶν, ἱερέως το[ῦ] | |
| Ἐλευθερέως Διονύσου, ἄρξαντος τὴν | |
| ἐπώνυμον ἀρχήν, κηρυκεύσαντος τὸ β̣ʹ, | |
| ἀγωνοθετήσαντος Ὀλυμπείων, στρα̣- | |
| 15 | τηγήσαντος ἐπὶ τοὺς ὁπλείτας ἀνεψι- |
| άν· Αἰλ(ίου) Καλλικράτους ἄρξαντος τὴν ἐ- | |
| πώνυμον ἀρχήν, στρατηγήσαντος ἐ- | |
| πὶ τοὺς ὁπλείτας, κηρυκεύσαντος, ἀ- | |
| γωνοθετήσαντος ἀνεψιάν· Αἰλ(ίου) Ἀλε- | |
| 20 | ξάνδρου ἄρξαντος τὴν ἐπώνυμον |
| ἀρχὴν ἀνεψιάν· Αἰλ(ίου) Γέλωτος ἄρξαντο̣ς̣ | |
| τὴν ἐπώνυμον ἀρχὴν ἀνεψιάν· Πο(πλίου) Πομ(πηίου) | |
| Ἡγίου ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν, | |
| στρατηγήσαντος ἐπὶ τοὺς ὁπλείτας τὸ β̣ʹ, | |
| 25 | ἀγωνοθετήσαντος Ὀλυμπεί<ω>ν καὶ γυ- |
| μνασιαρχήσαντος οἴκοθεν, πρεσβεύ- | |
| σαντος οἴκοθεν, ἱερέως Διὸς Ὀλυμπίου̣, | |
| μητέρα v ὁ ἐπώνυμος ἄρχων Πό(πλιος) ∙ Πομ(πήιος) | |
| Ἡγίας Φαληρεὺς νε(ώτερος) καὶ Πομ(πήιος) Ἐπίλαμψις | |
| 30 | τὴν ἑαυτῶν τήθην. |