Dedication of a statue for L. Memmius, altar-priest of Thorikos. Large base of white marble, broken at the back; lines 14-16 partially in rasura.
1 | ἡ πόλις |
Λ(ούκιον) ∙ Μέμμιον ἐπὶ βωμῶι Θορίκιον ❦ | |
τ̣ὸν ἀπὸ δᾳδούχων καὶ ἀρχόντων | |
καὶ στρατηγῶν καὶ ἀγωνοθετῶν, | |
5 | τὸν καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἀρχῶν |
καὶ λιτουργιῶν ἄρξαντα τὴν ἐπώ- | |
νυμον ἀρχὴν καὶ στρατηγὸν ἐπὶ τὰ | |
ὅπλα καὶ ἐπιμελητὴν γυμνασιαρχίας | |
θεοῦ Ἁδριανοῦ καὶ ἀγωνοθέτην τρίς, | |
10 | πρεσβευτήν τε πολλάκις περὶ τῶν με- |
γίστων ∶ ἐν οἷς καὶ περὶ γερουσίας μυή- | |
σαντα παρόντος θεοῦ Ἁδριανοῦ, | |
μυήσαντα θεὸν Λούκιον Οὐῆρον | |
<⁶¹Ἀρμενιακὸν Παρθικὸν>⁶¹ καὶ Αὐτοκράτορας | |
15 | Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνῖνον <⁶¹καὶ Μ(ᾶρκον) ∙ Αὐρήλιον>⁶¹ |
<⁶¹Κόμμοδον>⁶¹ Γερμανικοὺς Σαρματικούς, | |
[λ]ιτουργήσαντα τοῖν Θεοῖν ∙ ἔτεσι νϛ, τὸν | |
[ἀ]π̣’ ἀρχιερέων τὸν φιλόπατριν. |