Metrical dedication of a statue for (Isidote), daughter of Isaios, hierophantis. Base of white (“Pentelic”) marble.
[ ]
Attica — Eleusis — 176-192 AD — IG II² 3632 — Hesperia Suppl. 8 (1949) 248, 1
See also:
1 | ἀγαθῆι ❦̣ τύχηι |
πυροφόρου Δήμητρος ὑπείροχον ἱερό- | |
φαντιν | |
πολλὸν ἐπ’ εὐσεβίῃ κῦδος ἀειραμένην | |
5 | Ἑλλάδος εὐρυχόρου πρῶτ<η>ν γένος |
Ἀντολίης τε | |
ἔγγονον Εἰσαίου τοῦ σοφίαις ὑπάτου, | |
ὃς δὴ καὶ βασιλῆος ἀμύμονος Ἁδριανοῖο | |
μουσάων ἀγαθὴν εἶχε διδασκαλίην· | |
10 | Εἰσαίου δὲ θύγατρα μεγαινήτοιο καὶ αὐτοῦ |
ἔξοχον ἔν τ’ ἀρεταῖς ἔν τε σαοφροσύναις, | |
ἣν καὶ ἀμειβομένη Δηὼ μακάρων ἐπὶ | |
νήσσους | |
ἤγαγε παντοίης ἐκτὸς ἐπωδυνίης· | |
15 | δῶκε δέ οἱ θάνατον γλυκερώτερον ἡδέο[ς] |
ὕπνου | |
πάγχυ καὶ Ἀργείων φέρτερον ἠιθέων. | |
ἥ τε καὶ Ἀντωνῖνον ὁμοῦ Κομμόδῳ | |
βασιλῆας | |
20 | ἀ̣ρχομένη τελετῶν ἔστεφε μυστιπόλους. |
τὴν μὲν ἄρα ψήφῳ μὲν Ἄρηϊ φίλη θέτο | |
βουλή, | |
εἰκόνα δ’ ἠγαθέην ἐκτελέσαντο νέην | |
Εὐνίκη τε φίλη θυγάτηρ ὗές τε θυγατρός | |
25 | Ζωιλίδαι μητρὸς μητέρα θεσπεσίην |
Κ̣άλλαισχρος καὶ Γλαῦκος ἐν εἰκόνι κυδαίνοντες, | |
ἣν καὶ Δημήτηρ ὤπασεν ἀθανάτοις. |