Dedicatory epigram for a statue in honor of Hierophantis. Base of white (“Pentelic”) marble.
1 | μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί· |
οὔνομα σιγάσθω· τοῦτ’ ἀποκληιζομένη, | |
εὖτέ με Κεκροπίδαι Δηιοῖ θέσαν Ἱερόφαντιν, | |
αὐτὴ ἀμαιμακέτοις ἐγκατέκρυψα βυθοῖς· | |
5 | οὐκ ἐμύησα δ’ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης, |
οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσεις, | |
οὐδὲ τὸν Εὐρυσθῆι δυώδεκα πάντας ἀέθλους | |
ἐξανύσαντα μόγωι καρτερὸν Ἡρακλέα· | |
τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτης μεδέοντα, | |
10 | τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερίων, |
ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν, | |
Ἁδριανόν, κλεινῆς δ’ ἔξοχα Κεκροπίης. |