Dedicatory epigram for a statue in honor of Hierophantis. Base of white (“Pentelic”) marble.
| 1 | μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί· |
| οὔνομα σιγάσθω· τοῦτ’ ἀποκληιζομένη, | |
| εὖτέ με Κεκροπίδαι Δηιοῖ θέσαν Ἱερόφαντιν, | |
| αὐτὴ ἀμαιμακέτοις ἐγκατέκρυψα βυθοῖς· | |
| 5 | οὐκ ἐμύησα δ’ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης, |
| οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσεις, | |
| οὐδὲ τὸν Εὐρυσθῆι δυώδεκα πάντας ἀέθλους | |
| ἐξανύσαντα μόγωι καρτερὸν Ἡρακλέα· | |
| τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτης μεδέοντα, | |
| 10 | τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερίων, |
| ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν, | |
| Ἁδριανόν, κλεινῆς δ’ ἔξοχα Κεκροπίης. |