Decree of Athenian soldiers and hypaithroi in honor of their general, Demainetos. Pedimental stele of blue-gray (“Hymettian”) marble, in sixteen fragments. Non-stoich.
| 1 | θεοί |
| ἔδοξεν Ἀθηναίων τοῖς τεταγμένο̣ι̣ς ἐ[ν Ἐλευ]σῖνι καὶ Πανάκτωι κ[α]ὶ̣ | |
| Φυλεῖ καὶ τοῖς ὑπαίθροις· vv[v] ἐ̣π̣ε̣ιδὴ Δ[ημ]αίνετος διατελεῖ εὔ- | |
| νους ὢν τῶι δήμωι καὶ εἰς ὅ̣σας αὐτὸν λ[ει]τ̣ουργίας κεχειροτόνη- | |
| 5 | κεν καλῶς καὶ ἐνδόξως ἐξῆ̣χεν καὶ πρός τ[ε] τ̣ὸ κοινὸν τῶν Αἰτωλῶν |
| πλεονάκις ἐπρέσβευσεν̣, [ὁ]μοίως δὲ καὶ π[ρὸ]ς τὸν βασιλέα Φίλιππον, | |
| ὅπως ἂν παρ’ ἑκατέρων τῶι [δ]ήμωι ἥ τε φιλί[α κ]αὶ ἡ εἰρήνη διατηρῆ- | |
| ται κα̣ὶ μηδ’ ὑφ’ ἑνὸς περι[σ]πωμένη ἡ πόλις [ἀ]ποκατασταθεῖ εἰς | |
| τὴν ἐξ ἀρχῆς εὐδα̣ιμονίαν, οὔτε κακοπά̣[θι]αν οὐδεμίαν οὔτε κί[ν]- | |
| 10 | δυνον ὑποστελλό̣μενος ἀλλὰ καὶ λόγωι κ[α]ὶ ἔργωι τὰ συμφέρον- |
| τα πρ̣άττων τεῖ πατρίδι, ἀ̣νθ’ ὧν αὐτὸν ὁ δῆ[μ]ος ἐπείνεσέν τε πλεο̣- | |
| νάκις καὶ ἐστεφάνωσεν̣ χρυσῶι στεφάνωι, χάριν ἀξίαν ἀποδιδοὺς | |
| [τῶ]ν εὐεργεσιῶν τῶν εἰς ἑαυτόν· χειροτον[η]θεὶς δὲ στρατηγὸς | |
| ἐπὶ τὴν χώραν τὴν ἐπ’ Ἐ[λε]υσῖνος τὸ μὲν [πρῶτον ἐπὶ Χ]αιρεφῶντος | |
| 15 | ἄρχοντ[ο]ς καλῶς κα[ὶ ἀξί]ως αὑτοῦ ἐξ̣[ήγαγεν] τὴν ἀ̣[ρχὴν τ]ο̣ῖς τε |
| νόμοις ἀ̣[κο]λούθως κ̣[α]ὶ̣ το̣ῖ̣ς ψηφίσμ[ασιν καὶ] πᾶσαν πρόνοιαν̣ π[οι]- | |
| ούμενος κ̣[α]ὶ̣ ἐπιμ[έλ]ε̣ιαν τοῦ [μη]θ[ὲν μηδαμο]ῦ ἀδίκημα μήτε ἐ[ν] | |
| τεῖ χώραι μ[ή]τ̣’ ἐν̣ τοῖς φρουρίοις γεν̣[έσθαι]· ὡσαύτως δὲ καὶ πά- | |
| λιν χειροτο̣[ν]ηθεὶς τὸ δεύτερον ἐπὶ τὴ̣[ν αὐ]τὴ̣ν χώραν ἐπὶ Διο- | |
| 20 | κλέους ἄρχ[ο]ντος διετέλ̣εσεν ὑπερτιθέ[με]νος ἑαυτὸν τεῖ τε̣ |
| πρὸς τὴν φυλ̣ακὴν ἐπιμελε̣ίαι καὶ τεῖ πρ̣[ὸς τ]οὺς ὑφ’ ἑαυτ̣ὸν τε- | |
| ταγμένους [φι]λ̣οτιμίαι· χειροτονηθεὶς δ[ὲ] καὶ τὸ τρίτον στρα- | |
| τηγὸς ἐπὶ τὴ[ν] χώραν τὴν ἐ̣π’ Ἐ̣λευσῖνος ἐ[πὶ] Αἴσχρωνος ἄρχον- | |
| τος τῆς τε [φυ]λακῆς ἐφρόντισεν τῆς χώρα̣ς κ[α]ὶ τῶν φρουρίων̣ | |
| 25 | καθάπερ κ̣[αὶ] ἐ̣ν τοῖς ἔνπρο̣σθε χρ̣όνοις· γινομένης δὲ καὶ |
| τῆς πανη[γύρε]ως τῶν Ἐλευσ[ι]νίων̣ τῶμ μεγάλων ἐν τοῖς ἔτε- | |
| σιν οἷς ἐστρα̣τήγηκεν, ἔθυσεν ταῖς θεαῖς μετὰ τῶν ἐξ Ἐ- | |
| λευσῖνος περὶ τῆ̣ς τοῦ δήμου σωτηρίας· ἐπεμελήθη δὲ καὶ | |
| τῆς τῶν μυστηρίων [τε]λετῆς καθ’ ἑ〚κάστη〛ν στρατηγίαν, ὅπως | |
| 30 | μετὰ πάσης ἀσφαλε̣[ία]ς̣ συντελεσθεῖ· διετέλεσεν δὲ καὶ |
| πρὸς τοὺς ὑφ’ ἑαυτὸν̣ [τετ]α̣γμένους τῶν πολιτῶν ἴσον αὑτὸν | |
| παρασκευάζων ἐν πᾶ[σι κα]ὶ {καὶ} ἀδωροδόκητ̣ον· ἐπεμε̣- | |
| λήθη δὲ καὶ τῆς τῶν ὀψ̣[ωνίω]ν̣ δ̣ιαδόσεως, σῖτόν τε παρατι- | |
| θέμενος ἐξ ἑτοίμου ὅ[πως ἔχ]ωσιν ὡς λυσιτελέστατο̣ν, vv | |
| 35 | καὶ ἐν πᾶσι τοῖς ἔτεσιν̣ [αὐ]τοῖς προδιδοὺς ἀργύριον εἰς |
| ἐσθῆτα, ἀεὶ προνοούμενο[ς τ]ῶν ὑφ’ αὑτὸν τεταγμένων τῆς | |
| εὐσχημοσύνης, καὶ εἰς ταῦ[τ]α οὐκ ὀλίγα ἐκ τῶν ἰδίων ἀνα- | |
| λίσκων, καὶ κοινεῖ πᾶσιν ε̣ὐχρηστῶν καὶ ἰδίαι ἑκάστου | |
| φροντίζων· ὅπως ἂν οὖν καὶ Ἀ[θ]ηναίων οἱ τεταγμένοι ἐν v | |
| 40 | τοῖς φρουρίοις φαίνω̣νται τιμῶντες τοὺς εἰς τὸν δῆ%⁸⁰%⁸⁰- |
| μον φιλοδοξοῦντας καὶ εἰς ἑαυτοὺς φιλοτιμουμένους, | |
| ἀγαθεῖ τύχει, δεδόχθ̣αι τοῖς τετ[α]γμένοις τῶν πολιτῶν | |
| ἐν Ἐλευσῖνι καὶ Πανάκτωι κ[α]ὶ [Φυ]λεῖ καὶ τοῖς ὑπαίθροις, | |
| ἐπαινέσαι Δημαίνετον Ἑρμ[οκλέο]υς Ἀθμονέα καὶ στεφα- | |
| 45 | νῶσαι αὐτὸν χρυσῶι στεφάνω[ι κατὰ] τὸν νόμον καὶ εἰκό- |
| νι χαλκεῖ, καὶ στῆσαι αὐτὴν ἐν [τεῖ] αὐλ̣εῖ τοῦ ἱεροῦ· ἀνα- | |
| γορεῦσαι δὲ τὸν στέφανον τοῦτ[ο]ν Ἁλώιων τῶι πατρίωι vv | |
| ἀγῶνι· τῆς δὲ ποιήσεως τῆς εἰκό[ν]ος καὶ τῆς ἀναγορεύσε- | |
| ως ἐπιμεληθῆναι τὸν γραμματέ̣α καὶ τὸν ταμίαν καὶ τοὺς | |
| 50 | εἱρημένους. |
| οἵδ’ εἱρέθησαν ἐπὶ [τ]ὴν ἀνάθεσ[ιν] | |
| τῆς εἰκόνος· | |
| [Κ]λ̣ειτοφῶν Ἰφιστιάδης, Ξ[ε]νοφῶν Βερενικ[ίδης], | |
| [․․5․․․]ης Παιανιεύς̣, Ν̣ί̣[κα]νδρος Τυρμε[ίδης] | |
| {²fragmenta tria postmodo reperta:}² | |
| 55 | Ἀθη[να]ίων οἱ τε- |
| τ[αγ]μένοι ἐν Ἐ- | |
| λευσ[ῖ]νι καὶ οἱ ὕπαι- | |
| θροι Δημαίνετον | |
| Ἑρμοκλέους Ἀθμο- | |
| 60 | νέα̣ στρατηγήσαν- |
| τα ἐφ’ ἑαυτῶν τρίς | |
| vacat 0.14 m. | |
| col. I.62 | Ἀθηναίων |
| οἱ τεταγμένοι | |
| ἐν Πανάκτω̣ι | |
| 65 | Δημαίνετον |
| Ἀθμονέα | |
| col. II.62 | Ἀθηναίων |
| οἱ τεταγμένοι | |
| ἐπὶ Φυλεῖ | |
| 65 | Δημαίνετον |
| Ἀθμονέα. |