Contract for the stoa by the south wall of the sanctuary.  Three fragments, two joining, of a stele of white (“Pentelic”) marble. Stoich. 49.
[ ] Attica — Eleusis — 354/3 BC — IG II² 1682
See also:
frg. a.1                   θεοί
τάδε ἐμισθώθη ἐπὶ Διοτίμου ἄρχοντος Μουνιχιῶνος τετράδι
ἱσταμένου· Ἐλευσῖνι ἐν τῶι ἱερῶι παρὰ τὸ νότιον τεῖχος τὸ τοῦ
ἱεροῦ, ἀρξάμενον ἀπὸ τοῦ ἐστρωμένου ὃ τοῖς κίοσιν ἔστρωται
5 τοῖς προσθίοις, τάφρον ὀρύξαι πλάτος ὀκτὼ ποδῶν, μῆκος τριά-
κοντα ποδῶν, βάθος μέχρι τοῦ στερίφου, καὶ ἐκφορήσαντα τὴν γ-
ῆν ἔξω τοῦ ἱεροῦ εἰς τὸ θέατρον τὸ ἐπὶ τοῦ σταδίου τιθέναι το-
ὺς λίθους τῆς μαλακῆς πέτρας, προσεπιτέμνοντα οὗ ἂν ἦι πέτρ-
α, συντιθέντα τοὺς ἁρμοὺς στερίφους ἁρμόττοντας πανταχῆι,
10 μῆκος τετράποδας, πλάτος δίποδας, πάχος τριημιποδίους, καὶ
ἐπεργάζεσθαι κατὰ τὸν στοῖχον ἕκαστον διανεκῆ· ἐπὶ δὲ τούτ-
ων τιθέναι καταληπτῆρας μῆκος τετράποδας, πλάτος πενθημι-
ποδίους, πάχος πεντεπαλάστος τῶν ἐκ τῆς στοᾶς καθαιρουμέν-
ων ἐξεργασάμενο<ν> ὀρθοὺς καὶ εὐγωνίους πανταχῆι καὶ τοὺς ἁ-
15 ρμοὺς ποιήσαντα ἐπὶ ἡμιπόδιον συντιθέναι ἀθραύστους καὶ
ἁρμόττοντας πανταχῆι καὶ ἐπεργασάμενον ὀρθὰ καὶ εὐτενῆ. v
μισθωτὴς Ἀντίμαχος Νεοκλείδου Κηφισιεὺς ∶ 𐅂ΙΙΙ ∶ v ΗΗΗΗ vvvvv
ἐγγυητὴς Νικόστρατος Ἀρεσίου Πειραιεύς. vvvvv στῆσαι τοὺς κί-
ονας τοὺς λιθίνους τοὺς νῦν ὑποκειμένους ὑπὸ τῆι στοᾶι, κατὰ τ-
20 αὐτὰ προσεξεργασαμένους σφόνδυλον ἑκάστωι τῶι κίονι ∶ Δ𐅃Ι ∶ τὸν ἐ[κ βάσ]-
εως ὕψος δίποδα, τὴν αὐτὴν ἐργασίαν τῶι κίονι μισ[θωτὴς Κράτ]-
ης Παμφίλου Λε[υκονοιε]ὺ̣ς [․․5․․․ ἐ]γ̣γυητὴς Ἐπικ[ράτης Κράτητος Λε]-
υκονοιεύ[ς — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — ca. 30 versus desunt — — — — — — — — — —]
frg. b.54 [— — — — — — — — — — — — — — — —]ΟΕ#⁷#⁷#⁷#⁷#⁷#⁷#⁷ τ̣ὰ ἐπιτόναια
55 [․․․․․c.10․․․․․ καὶ δορῶσαι καὶ] κεραμῶσαι κατὰ τὰ γεγραμμένα vac.
[․․․․․․․․․․c.20․․․․․․․․․․ ἐπ]ιστύλια ∶ ΔΔ𐅃 ∶ ἀριθμὸς ἐπιτοναίων, ὧν δε-
[ῖ ξυλίνων ἐξεργάσασθ]αι ἐγ δυοῖν τετραγώνοιν ἕκαστον ∶ 𐅄 ∶ vac.
[σφηκίσκους καὶ ἱμάν]τας καὶ καλύμματα ∶ ΔΔ𐅂 ∶ ταῦτα ὁ μισθωσάμε-
νος [παρέξει ․․5․․․]#⁷ καὶ κόλλαν ὠμοβόϊον καὶ τἆλλα ὧν ἂν δέηι πρὸ-
60 ς τὴν ἐργ[ασίαν· καὶ τὴν ἔρ]εψιν καὶ τὴν ἀλιφὴν τῶν ξύλων καὶ τὴν
δόρωσιν [καὶ κεράμωσιν π]λὴν κεράμου ἀποδώσει ἐξεργασάμενος
ἐπὶ Διοτίμου [ἄρχοντος Μο]υνιχιῶνι καὶ Θαργηλιῶνι καὶ Σκιροφοριῶ·
μισθωτὴς Ἀγασ̣[ικλῆς ․․․․c.8․․․․ο]υς Ἁλαιεὺς ΧΧ· ἐγγυηταὶ ∶ Χαρίας
Πειθίου Φρεάρρι[ος, ․․․․c.8․․․․ Καλ]λικλέους Ἁλαιεύς.
Search Help
Contact Us