Contract for the stoa by the south wall of the sanctuary. Three fragments, two joining, of a stele of white (“Pentelic”) marble. Stoich. 49.
frg. a.1 | θεοί |
τάδε ἐμισθώθη ἐπὶ Διοτίμου ἄρχοντος Μουνιχιῶνος τετράδι | |
ἱσταμένου· Ἐλευσῖνι ἐν τῶι ἱερῶι παρὰ τὸ νότιον τεῖχος τὸ τοῦ | |
ἱεροῦ, ἀρξάμενον ἀπὸ τοῦ ἐστρωμένου ὃ τοῖς κίοσιν ἔστρωται | |
5 | τοῖς προσθίοις, τάφρον ὀρύξαι πλάτος ὀκτὼ ποδῶν, μῆκος τριά- |
κοντα ποδῶν, βάθος μέχρι τοῦ στερίφου, καὶ ἐκφορήσαντα τὴν γ- | |
ῆν ἔξω τοῦ ἱεροῦ εἰς τὸ θέατρον τὸ ἐπὶ τοῦ σταδίου τιθέναι το- | |
ὺς λίθους τῆς μαλακῆς πέτρας, προσεπιτέμνοντα οὗ ἂν ἦι πέτρ- | |
α, συντιθέντα τοὺς ἁρμοὺς στερίφους ἁρμόττοντας πανταχῆι, | |
10 | μῆκος τετράποδας, πλάτος δίποδας, πάχος τριημιποδίους, καὶ |
ἐπεργάζεσθαι κατὰ τὸν στοῖχον ἕκαστον διανεκῆ· ἐπὶ δὲ τούτ- | |
ων τιθέναι καταληπτῆρας μῆκος τετράποδας, πλάτος πενθημι- | |
ποδίους, πάχος πεντεπαλάστος τῶν ἐκ τῆς στοᾶς καθαιρουμέν- | |
ων ἐξεργασάμενο<ν> ὀρθοὺς καὶ εὐγωνίους πανταχῆι καὶ τοὺς ἁ- | |
15 | ρμοὺς ποιήσαντα ἐπὶ ἡμιπόδιον συντιθέναι ἀθραύστους καὶ |
ἁρμόττοντας πανταχῆι καὶ ἐπεργασάμενον ὀρθὰ καὶ εὐτενῆ. v | |
μισθωτὴς Ἀντίμαχος Νεοκλείδου Κηφισιεὺς ∶ 𐅂ΙΙΙ ∶ v ΗΗΗΗ vvvvv | |
ἐγγυητὴς Νικόστρατος Ἀρεσίου Πειραιεύς. vvvvv στῆσαι τοὺς κί- | |
ονας τοὺς λιθίνους τοὺς νῦν ὑποκειμένους ὑπὸ τῆι στοᾶι, κατὰ τ- | |
20 | αὐτὰ προσεξεργασαμένους σφόνδυλον ἑκάστωι τῶι κίονι ∶ Δ𐅃Ι ∶ τὸν ἐ[κ βάσ]- |
εως ὕψος δίποδα, τὴν αὐτὴν ἐργασίαν τῶι κίονι μισ[θωτὴς Κράτ]- | |
ης Παμφίλου Λε[υκονοιε]ὺ̣ς [․․5․․․ ἐ]γ̣γυητὴς Ἐπικ[ράτης Κράτητος Λε]- | |
υκονοιεύ[ς — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — ca. 30 versus desunt — — — — — — — — — —] | |
frg. b.54 | [— — — — — — — — — — — — — — — —]ΟΕ#⁷#⁷#⁷#⁷#⁷#⁷#⁷ τ̣ὰ ἐπιτόναια |
55 | [․․․․․c.10․․․․․ καὶ δορῶσαι καὶ] κεραμῶσαι κατὰ τὰ γεγραμμένα vac. |
[․․․․․․․․․․c.20․․․․․․․․․․ ἐπ]ιστύλια ∶ ΔΔ𐅃 ∶ ἀριθμὸς ἐπιτοναίων, ὧν δε- | |
[ῖ ξυλίνων ἐξεργάσασθ]αι ἐγ δυοῖν τετραγώνοιν ἕκαστον ∶ 𐅄 ∶ vac. | |
[σφηκίσκους καὶ ἱμάν]τας καὶ καλύμματα ∶ ΔΔ𐅂 ∶ ταῦτα ὁ μισθωσάμε- | |
νος [παρέξει ․․5․․․]#⁷ καὶ κόλλαν ὠμοβόϊον καὶ τἆλλα ὧν ἂν δέηι πρὸ- | |
60 | ς τὴν ἐργ[ασίαν· καὶ τὴν ἔρ]εψιν καὶ τὴν ἀλιφὴν τῶν ξύλων καὶ τὴν |
δόρωσιν [καὶ κεράμωσιν π]λὴν κεράμου ἀποδώσει ἐξεργασάμενος | |
ἐπὶ Διοτίμου [ἄρχοντος Μο]υνιχιῶνι καὶ Θαργηλιῶνι καὶ Σκιροφοριῶ· | |
μισθωτὴς Ἀγασ̣[ικλῆς ․․․․c.8․․․․ο]υς Ἁλαιεὺς ΧΧ· ἐγγυηταὶ ∶ Χαρίας | |
Πειθίου Φρεάρρι[ος, ․․․․c.8․․․․ Καλ]λικλέους Ἁλαιεύς. |