Decree/syngraphe concerning the Eleusinian first fruits. Eleusis copy. Complete stele of white marble. Stoich. 50.
[ ]
Attica — Eleusis — ca. 440-435 BC — IG I³ 78a — Syll.³ 83 — F. Sokolowski, LSCG (1969) 5
See also:
| 1 | [Τιμο]τ̣έλ̣[ε]ς Ἀχαρ̣νεὺ̣ς̣ ἐγραμμάτευε. |
| [ἔδοχσ]εν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Τιμοτέ- | |
| [λες ἐ]γραμμάτευε, Κ̣υκνέας ἐπεστάτε· τάδε οἱ χσυγγραφε͂ς χσυνέ- | |
| [γρ]α̣φ̣σαν· ἀπάρχεσθαι τοῖν Θεοῖν το͂ καρπο͂ κατὰ τὰ πάτρια καὶ τὲ̣- | |
| 5 | ν̣ μ̣α̣ν̣τείαν τὲν ἐγ Δελφο͂ν Ἀθεναίος ἀπὸ το͂ν ℎεκατὸν μεδίμνο̣ν̣ [κ]- |
| ρ̣ιθο͂ν μὲ ἔλαττον ἒ ℎ̣εκτέα, πυρο͂ν δὲ ἀπὸ το͂ν ℎ̣ε̣κ̣α̣τ̣ὸν μεδίμν̣ο̣ν̣ μ̣- | |
| ὲ ἔ̣λαττον ℎεμιέκτεον· ἐὰν δέ τις πλείο καρπ̣ὸν ποιε͂ι ἒ τοσο[ῦ]το- | |
| ν ἒ ὀλείζο, κατὰ τὸν αὐτὸν λό̣γ̣ο̣ν ἀ̣πά̣ρχεσθαι. ἐγλέγεν δὲ τὸ̣ς̣ δεμ- | |
| άρχος κατὰ τὸς δέμος καὶ παραδι̣δό̣ν̣αι τοῖ̣ς ℎιεροποιοῖς τοῖς̣ | |
| 10 | Ἐλευσινόθεν Ἐλευσῖνάδε. οἰκο̣δομε͂σαι̣ δ̣ὲ σιρὸς τρε͂ς Ἐλευσῖ̣ν- |
| ι̣ κ̣ατὰ τὰ πάτρια ℎόπο ἂν δοκε͂ι τοῖς ℎ̣ιεροποιοῖς καὶ το͂ι ἀ̣ρχ̣ιτ- | |
| έκτονι ἐπιτέδειον ἐ͂ναι ἀπὸ το͂ ἀργυρί̣ο το͂ τοῖν Θεο̣ῖν· τ̣ὸν δ̣ὲ κ̣α̣- | |
| ρπὸν ἐνθαυθοῖ ἐμβάλλεν ℎ̣ὸν ἂν παραλάβοσι παρὰ̣ τ̣ο͂ν δεμάρ[χ]ο̣ν̣, | |
| ἀ̣πάρχεσθαι δὲ καὶ τὸς χσυμμάχος κατὰ ταὐτά. τὰς δὲ πό̣λες ἐγ̣λ[ο]- | |
| 15 | γέας ℎελέσθαι το͂ καρπο͂, καθ̣ότι ἂν δοκε͂ι αὐτε͂σι ἄ̣ρ̣ιστα ὁ καρπὸ̣- |
| [ς] ἐγλεγέσεσθαι· ἐπειδὰν δὲ ἐγλεχθε͂ι̣, ἀποπεμφσά̣ντον Ἀθ̣έναζε· | |
| τὸς δὲ ἀγαγόντας παραδι̣δόναι τοῖς ℎιεροποιοῖς τοῖς Ἐλευσι- | |
| νόθεν Ἐλευσῖνάδε· ἐ[ὰ]ν δὲ μὲ παραδέχσονται πέντε ἑμερο͂ν [v]vvv | |
| ἐπειδὰν ἐπαγγελε͂ι, παραδιδόντον το͂ν ἐκ τε͂ς πόλεος ℎό̣θ̣εν ἂν ἐ͂- | |
| 20 | [ι] ὁ κα̣ρ̣π̣ός, εὐθυνόσθον ℎοι ℎ̣ι̣ερ̣ο̣ποιοὶ χιλίαισι̣ν v δραχμ̣ε͂σι [ℎ]- |
| έ[κα]στος· καὶ παρὰ το͂ν δεμάρχον κα̣τὰ ταὐ̣τὰ παραδέχεσθαι. [κ]έρ̣υ- | |
| [κα]ς δὲ ℎελομένε ℎε βολὲ πεμφσάτο ἐς τὰς πόλες ἀγγέλλοντ̣ας v[v] | |
| τ̣[άδ’] ℎεφσεφισμένα το͂ι δέμοι, τὸ μὲν νῦν ἐ͂ναι ℎος τάχιστα, τὸ δὲ̣ λ̣- | |
| οιπὸν ℎόταν δοκε͂ι αὐτε͂ι· κελευέτο δὲ καὶ ℎο ℎιεροφάντες καὶ̣ [ὁ] | |
| 25 | δαιδο͂χος μυστερίοις ἀπάρχεσθαι τὸς ℎέλλενας το͂ καρπο͂ κατ̣ὰ̣ |
| τὰ πάτρια καὶ τὲν μαντεί̣αν τὲν ἐγ Δελφο͂ν· ἀναγράφσαντες δὲ ἐ̣μ̣ | |
| πινακίοι τὸ μέτρον το͂ καρπο͂ το͂ τε παρὰ το͂ν δεμάρχον κατὰ τὸ[ν δ]- | |
| [ε͂]μον ℎέκαστον καὶ το͂ παρὰ το͂ν πόλεον κατὰ τὲν πόλιν ℎεκάστ̣ε̣[ν] | |
| [κ]αταθέντον ἔν τε το͂ι Ἐλευσινίοι Ἐλευσῖ̣νι καὶ ἐν το͂ι βο̣λε̣υ̣[τ]ε- | |
| 30 | ρ̣ίοι· ἐπαγγέλλεν δὲ τὲν βολὲν καὶ τε͂σι ἄλλεσι πόλεσιν τε͂[σι ℎε]- |
| [λ]λενικε͂σιν ἁπάσεσι, ℎόποι ἂν δοκε͂ι αὐτε͂ι δυνατὸν ἐ͂ναι, λέ̣γ̣ο̣ν- | |
| τας μὲν κατὰ ℎὰ Ἀθεναῖοι ἀπάρχονται καὶ οἱ χσύμμαχοι, ἐκέ[ν]ο̣[ι]- | |
| [ς] δὲ μὲ ἐπιτάττοντας, κελεύοντας δὲ ἀπάρχεσθαι, ἐὰν βόλοντα̣ι̣, | |
| κ̣ατὰ τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. παραδέχεσθαι̣ δ- | |
| 35 | ὲ καὶ παρὰ τούτον το͂ν πόλεον ἐάν τις ἀπάγει τὸς ℎιεροποιὸς [κα]- |
| τ[ὰ] τ̣α̣ὐτά. θύεν δὲ ἀπὸ μὲν το͂ πελανο͂ καθότι ἂν Εὐμολπίδαι ἐχσ[ℎε]- | |
| [γο͂]ν̣τα̣ι, τρίττοιαν δὲ βόαρχον χρυσόκερον τοῖν Θεοῖν ℎεκατ̣[έρ]- | |
| [αι ἀ]πὸ το͂ν κριθο͂ν καὶ το͂ν πυρο͂ν καὶ το͂ι Τριπτολέμοι καὶ το͂ι Θ̣ε̣- | |
| ο͂ι καὶ τε͂ι Θεᾶι καὶ το͂ι Εὐβόλοι ℎιερεῖον ℎεκάστοι τέλεον καὶ̣ | |
| 40 | τ̣ε͂ι Ἀθεναί̣α̣ι βο͂ν χρυσόκερον· τὰς δὲ ἄλλας κριθὰς καὶ πυρὸς ἀπ- |
| οδομένος τὸς ℎιεροποιὸς μετὰ τε͂ς βολε͂ς ἀναθέματα ἀνατιθέν- | |
| αι τοῖν Θεοῖν, ποιεσαμένος ℎάττ’ ἂν το͂ι δέμοι το͂ι Ἀθεναίον δοκε͂- | |
| ι, καὶ ἐπιγράφεν τοῖς ἀναθέμασιν, ℎότι ἀπὸ το͂ καρπο͂ τε͂ς ἀπαρχε͂- | |
| ς ἀνεθέθε, καὶ ℎελλένον τὸν ἀπαρχόμενον· τοῖς δὲ ταῦτα ποιο͂σι | |
| 45 | πολλὰ ἀγαθὰ ἐ͂ναι καὶ εὐκαρπίαν καὶ πολυκαρπίαν̣, ℎο̣ίτινες ἂν |
| μὲ ἀδικο͂σι Ἀθεναίος μεδὲ τὲν πόλιν τὲν Ἀθεναίον μεδὲ τὸ Θεό. [v] | |
| Λάμπον εἶπε· τὰ μὲν ἄλλα καθάπερ αἱ χσυγγραφαὶ τε͂ς ἀπαρχε͂ς τ̣ο͂ | |
| [κ]αρπο͂ τοῖν Θεοῖν· τὰς δὲ χσυνγραφὰς καὶ τὸ φσέφισμα τόδε ἀναγ- | |
| ραφσάτο ℎο γραμματεὺς ℎο τε͂ς βολε͂ς ἐν στέλαιν δυοῖν λιθίναι- | |
| 50 | ν καὶ καταθέτο τὲν μὲν Ἐλευσῖνι ἐν το͂ι ℎιερο͂ι τὲν δὲ ℎετέραν ἐ- |
| μ πόλει· ℎοι δὲ πολεταὶ ἀπομισθοσάντον τ̣ὸ στέλα· ℎοι δὲ κολα̣[κ̣ρ]- | |
| έται δόντον τὸ ἀργύριον. ταῦτα μὲν περ̣ὶ τε͂ς ἀπαρχε͂ς το͂ καρπ̣ο͂ τ̣- | |
| οῖν Θεοῖν ἀναγράφσαι ἐς τὸ στέλα, με͂να δὲ ⋮⋮⋮ ἐμβά̣λλεν ℎεκατονβ̣- | |
| αιο͂να τὸν νέον ἄρχοντα. τὸν δὲ βασ[ι]λέα ℎορίσαι τὰ ℎιερὰ τὰ ἐν τ[ο͂]- | |
| 55 | ι Πελαργικο͂ι, καὶ τὸ λοιπὸν μὲ ἐνℎιδρύεσθαι βομὸς ἐν το͂ι Πελα̣- |
| ργικο͂ι ἄνευ τε͂ς βολε͂ς καὶ το͂ δέμο, μεδὲ τὸς λίθος τέμνεν ἐκ το͂ [Π]- | |
| ελαργικο͂, μεδὲ γε͂ν ἐχσάγεν μεδὲ λίθος· ἐὰν δέ τις παραβαίνει v | |
| τ⋮⋮⋮ούτον τι, ἀποτινέτο πεντακοσίας δραχμάς, ἐσα̣γγελλέτο δὲ ℎ- | |
| ο̣ βασιλεὺς ἐς τὲν βολέν· περὶ δὲ το͂ ἐλαίο ἀπαρχε͂ς χσυγγράφ- | |
| 60 | σας Λάμπον ἐπιδειχσάτο τε͂ι βολε͂ι ἐπὶ τε͂ς ἐνάτες πρυτανείας· |
| ℎε δὲ βολὲ ἐς τὸν δε͂μον ἐχσενενκέτο ἐπάναγκες. |