[ ]
Att. — non-stoich. — med. s. III a.
1 | [Ἐπι]γένη[ς Μητροδώρου] |
[Κ]υδαθηναιεύς. | |
Προκλείδης ἐκ Κεραμέων εἶπεν· [ἐπ]- | |
ειδὴ Ἐπιγένης ἄρχων αἱρεθεὶς [ὑ]- | |
5 | πὸ Μεσογέων τὰς θυσίας ἔθυσε το[ῖ]- |
ς τε θεοῖς καὶ τοῖς ἥρωσι καλῶς καὶ | |
κατὰ τὰ πάτρια καὶ τῆς πονπῆς ἐπ- | |
εμελήθη τῶι Ἡρακλεῖ καλῶς καὶ φ- | |
ιλοτίμως 〚ς〛 καὶ τὰ κρέα ἅπαντα ε̣ἰσέ- | |
10 | πραξε, δεδόχθαι Μεσογείοις, ἐπα- |
ινέσαι αὐτὸν καὶ στεφανῶσαι χρ- | |
υσῶι στεφάνωι ἀπὸ πεντακοσίων [δ]- | |
ραχμῶν· καὶ ἀνειπέτω ὁ κῆρυξ ἐν τ- | |
εῖ ἑορτεῖ τοῦ Ἡρακλέους ἐν τῶι | |
15 | [Ἡ]ρακλέωι ὅτι Μεσόγεοι στεφανοῦ- |
[σ]ι Ἐπιγένην Μητροδώρου Κυδαθη- | |
ναέα δικαιοσύνης ἕνεκα. ἐπαινέ- | |
σαι δὲ καὶ τὸν ἱερέα τοῦ Ἡρακλ<έ>ους | |
καὶ τὸν τοῦ Διόμου καὶ τοὺς μνήμο- | |
20 | νας καὶ τὸν πυρφόρον καὶ τὸν κορα- |
γωγὸν καὶ τὸν κήρυκα τὸν πάτριον καὶ | |
στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ | |
στεφάνωι ὅτι [κ]αλῶς καὶ φιλοτίμως | |
συνεπεμελήθησαν τῆς πομπῆς τῶι Ἡ- | |
25 | ρακλεῖ καὶ τῆς θυσίας. ἀναγράψαι δ- |
ὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθίν- | |
ηι καὶ στῆσαι ἐν τῶι ἱερῶι, εἰς δὲ τ- | |
ὴν ἀναγραφὴν τῆς στήλης δότω ὁ ἄρ- | |
χων Ἀδείμαντος̣ ∶Δ∶ δραχμὰς ἐκ τῆς | |
30 | κοινῆς προσόδου τῶν τοῦ θεοῦ χρη- |
μάτων καὶ εἰς θυσίαν ∶Δ𐅃∶ δραχμάς. | |
vacat |