[ ]
Att. — non-stoich. — med. s. III a.
| 1 | [Ἐπι]γένη[ς Μητροδώρου] |
| [Κ]υδαθηναιεύς. | |
| Προκλείδης ἐκ Κεραμέων εἶπεν· [ἐπ]- | |
| ειδὴ Ἐπιγένης ἄρχων αἱρεθεὶς [ὑ]- | |
| 5 | πὸ Μεσογέων τὰς θυσίας ἔθυσε το[ῖ]- |
| ς τε θεοῖς καὶ τοῖς ἥρωσι καλῶς καὶ | |
| κατὰ τὰ πάτρια καὶ τῆς πονπῆς ἐπ- | |
| εμελήθη τῶι Ἡρακλεῖ καλῶς καὶ φ- | |
| ιλοτίμως 〚ς〛 καὶ τὰ κρέα ἅπαντα ε̣ἰσέ- | |
| 10 | πραξε, δεδόχθαι Μεσογείοις, ἐπα- |
| ινέσαι αὐτὸν καὶ στεφανῶσαι χρ- | |
| υσῶι στεφάνωι ἀπὸ πεντακοσίων [δ]- | |
| ραχμῶν· καὶ ἀνειπέτω ὁ κῆρυξ ἐν τ- | |
| εῖ ἑορτεῖ τοῦ Ἡρακλέους ἐν τῶι | |
| 15 | [Ἡ]ρακλέωι ὅτι Μεσόγεοι στεφανοῦ- |
| [σ]ι Ἐπιγένην Μητροδώρου Κυδαθη- | |
| ναέα δικαιοσύνης ἕνεκα. ἐπαινέ- | |
| σαι δὲ καὶ τὸν ἱερέα τοῦ Ἡρακλ<έ>ους | |
| καὶ τὸν τοῦ Διόμου καὶ τοὺς μνήμο- | |
| 20 | νας καὶ τὸν πυρφόρον καὶ τὸν κορα- |
| γωγὸν καὶ τὸν κήρυκα τὸν πάτριον καὶ | |
| στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ | |
| στεφάνωι ὅτι [κ]αλῶς καὶ φιλοτίμως | |
| συνεπεμελήθησαν τῆς πομπῆς τῶι Ἡ- | |
| 25 | ρακλεῖ καὶ τῆς θυσίας. ἀναγράψαι δ- |
| ὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθίν- | |
| ηι καὶ στῆσαι ἐν τῶι ἱερῶι, εἰς δὲ τ- | |
| ὴν ἀναγραφὴν τῆς στήλης δότω ὁ ἄρ- | |
| χων Ἀδείμαντος̣ ∶Δ∶ δραχμὰς ἐκ τῆς | |
| 30 | κοινῆς προσόδου τῶν τοῦ θεοῦ χρη- |
| μάτων καὶ εἰς θυσίαν ∶Δ𐅃∶ δραχμάς. | |
| vacat |