Agreement between two parties in a civil strife.  Two fragments of a stele.
[ ] Pisidia — Sagalassos (Ağlasun) — ca. 333-200 BC — SEG 50.1304 (= B) — AncSoc 37 (2007) 121-139
See also:
A.1   ἄκραν μὴ καταλαμβάνεσ-
  θαι μηθένα μηδὲ ἄλλο ὄρος μη-
  δὲν μηδὲ ἐκ τῆς πόλεως ἐγβάλλειν μηδέ-
  να μηδὲ στασιάζειν μηδένα μηδὲ ὅπλα ἐκ-
5   φέρειν μάχιμα μηδένα̣· ὃς δ’ ἂν ἁλῶι τούτω[ν]
  τι ποιῶν ἰδούσης τῆς πόλεως καὶ τῶν δικασ-
  τῶν ὅσοι ἂν βουλεύσωνται τεθνάτωσαν·
[ἀ]ποκτεινάτωσαν δ’ αὐτοὺς ἡ πόλις καὶ οἱ δικαστα-
[ὶ· ὅ]σους ἂν δὲ μὴ δύνωνται ἀποκτεῖναι ἀλλὰ ἐχφύγω-
10   {γω}σί {²⁶ἐχφύγωσί = ἐκφύγωσί}²⁶ που φυγαδεύσαντες ἔστωσαν πολέμιοι τῆ[ι]
  πόλει καὶ τοῖς θεοῖς ἕως ἂν ἀποθάνωσιν καὶ αὐτοὶ
  καὶ οἱ ἔγγονοι αὐτῶν καὶ ὃς ἂν τῶν πολιτῶν περιτυν-
  χάνηι που ἀποκτεινάτω καὶ ἔστ’ αὐτῶι κομίζειν σκῦλα
  καταγαγεῖν δὲ αὐτοὺς μηδεὶς κύριος ἔστω μηδὲ
15   ἐχθύσασθαι περὶ τούτων μηδένα μηδέποτε̣· ἐὰν
  δέ τις ἐπίθηται ἐχθύεσθαι ταύροις τριετέσι λευκοῖς
  τριακοσίοις καὶ κριοῖς λευκοῖς τριετέ[σι] τριακοσίοις καὶ
  τράγοις λευκοῖς τριετέ{τε}σι {²⁶τριετέσι}²⁶ τριακοσίοις καὶ ἀνθ̣ρωπ[?ί]-
[νοις ?ὑπὲ]ρ̣ ἀσυλία[ς τῆς πό]λεως, οἱ θεοὶ εἴησαν αὐτοῖς ἀλλ-
20 [?οτριοι — — — — — — — — — — — — — — — — — — — — —]
                                          {²lacuna}²
B.21   ἐὰν δὲ δια[κρ]ατήσωσιν οἱ καταλ[αβόμε]νοι τὴ-
  ν ἄκραν κἀγβαλῶσίν τινας ἐκ τῆς πόλε[ω]ς ζη-
  τείτω ἥ τε πόλις κἀναγέτω καὶ οἱ θεοὶ ἀνάστατα
  πάντα ποιο[ῦ]ντες ἕως ἂν ἀγάγωσιν αὐτοὺς καὶ ὅσα ἂν [ἔχω]-
25   σιν τῶν ἐγβληθέντων οἱ ἐγβαλόντες καὶ ὅσα ἂν ἀπ[ῆι(?)]·
  ἀναβάντων δὲ αὐτῶν τινέτωσαν ἅπαντα ἐκ τ[ῶν]
  ἰδίων καὶ τοῖς θεοῖς ὕποχοι ἔστωσαν καὶ ἀποκτειν[έτω]-
  σαν αὐτῶν τρεῖς τοὺς ἄρξαντας, οἱ δὲ λοιποὶ τέως δ[ώ]-
  δεκα τινέτωσαν ἄνα μνᾶς δέκα ἀργυρίου καὶ ἔστω ἱε[ρὸν]
30 ⸏ἅπαν 〚— — — — — — — —〛· vacat
  περὶ κλοπῆς· ὃς ἂν κλέψηι τι οὗ πρότερον ἦσαν μναῖ τρε[ῖς]
  νῦν δ’ ἔστω θάνατος ἡ ζημία ἐλενχθέντι· vacat
  αἱ δὲ ὁμολογίαι καὶ αἱ συνθῆκαι ἐγένοντο ἐπὶ
  ἀρχόντων Μο[․]οιτου Μοασιος Ιδααδιος vacat
35   Τοναωλλιος Μαλλου Νου Εννεις Κουας Νανει[ς]
  Σοας Μαγισιλβις Οαδεις Οας Αλουπαις vacat
  Oις Αρμοας Ιβδαμοας Κιλασαρβης Σανεις Πονα-
  σαμις Κιλασαρβης Σιλλαβος Μοακλωιας vacat
  Kοτβασις.
Search Help
Contact Us