Agreement between two parties in a civil strife. Two fragments of a stele.
[ ]
Pisidia — Sagalassos (Ağlasun) — ca. 333-200 BC — SEG 50.1304 (= B) — AncSoc 37 (2007) 121-139
See also:
| A.1 | ἄκραν μὴ καταλαμβάνεσ- |
| θαι μηθένα μηδὲ ἄλλο ὄρος μη- | |
| δὲν μηδὲ ἐκ τῆς πόλεως ἐγβάλλειν μηδέ- | |
| να μηδὲ στασιάζειν μηδένα μηδὲ ὅπλα ἐκ- | |
| 5 | φέρειν μάχιμα μηδένα̣· ὃς δ’ ἂν ἁλῶι τούτω[ν] |
| τι ποιῶν ἰδούσης τῆς πόλεως καὶ τῶν δικασ- | |
| τῶν ὅσοι ἂν βουλεύσωνται τεθνάτωσαν· | |
| [ἀ]ποκτεινάτωσαν δ’ αὐτοὺς ἡ πόλις καὶ οἱ δικαστα- | |
| [ὶ· ὅ]σους ἂν δὲ μὴ δύνωνται ἀποκτεῖναι ἀλλὰ ἐχφύγω- | |
| 10 | {γω}σί {²⁶ἐχφύγωσί = ἐκφύγωσί}²⁶ που φυγαδεύσαντες ἔστωσαν πολέμιοι τῆ[ι] |
| πόλει καὶ τοῖς θεοῖς ἕως ἂν ἀποθάνωσιν καὶ αὐτοὶ | |
| καὶ οἱ ἔγγονοι αὐτῶν καὶ ὃς ἂν τῶν πολιτῶν περιτυν- | |
| χάνηι που ἀποκτεινάτω καὶ ἔστ’ αὐτῶι κομίζειν σκῦλα | |
| καταγαγεῖν δὲ αὐτοὺς μηδεὶς κύριος ἔστω μηδὲ | |
| 15 | ἐχθύσασθαι περὶ τούτων μηδένα μηδέποτε̣· ἐὰν |
| δέ τις ἐπίθηται ἐχθύεσθαι ταύροις τριετέσι λευκοῖς | |
| τριακοσίοις καὶ κριοῖς λευκοῖς τριετέ[σι] τριακοσίοις καὶ | |
| τράγοις λευκοῖς τριετέ{τε}σι {²⁶τριετέσι}²⁶ τριακοσίοις καὶ ἀνθ̣ρωπ[?ί]- | |
| [νοις ?ὑπὲ]ρ̣ ἀσυλία[ς τῆς πό]λεως, οἱ θεοὶ εἴησαν αὐτοῖς ἀλλ- | |
| 20 | [?οτριοι — — — — — — — — — — — — — — — — — — — — —] |
| {²lacuna}² | |
| B.21 | ἐὰν δὲ δια[κρ]ατήσωσιν οἱ καταλ[αβόμε]νοι τὴ- |
| ν ἄκραν κἀγβαλῶσίν τινας ἐκ τῆς πόλε[ω]ς ζη- | |
| τείτω ἥ τε πόλις κἀναγέτω καὶ οἱ θεοὶ ἀνάστατα | |
| πάντα ποιο[ῦ]ντες ἕως ἂν ἀγάγωσιν αὐτοὺς καὶ ὅσα ἂν [ἔχω]- | |
| 25 | σιν τῶν ἐγβληθέντων οἱ ἐγβαλόντες καὶ ὅσα ἂν ἀπ[ῆι(?)]· |
| ἀναβάντων δὲ αὐτῶν τινέτωσαν ἅπαντα ἐκ τ[ῶν] | |
| ἰδίων καὶ τοῖς θεοῖς ὕποχοι ἔστωσαν καὶ ἀποκτειν[έτω]- | |
| σαν αὐτῶν τρεῖς τοὺς ἄρξαντας, οἱ δὲ λοιποὶ τέως δ[ώ]- | |
| δεκα τινέτωσαν ἄνα μνᾶς δέκα ἀργυρίου καὶ ἔστω ἱε[ρὸν] | |
| 30 | ⸏ἅπαν 〚— — — — — — — —〛· vacat |
| περὶ κλοπῆς· ὃς ἂν κλέψηι τι οὗ πρότερον ἦσαν μναῖ τρε[ῖς] | |
| νῦν δ’ ἔστω θάνατος ἡ ζημία ἐλενχθέντι· vacat | |
| αἱ δὲ ὁμολογίαι καὶ αἱ συνθῆκαι ἐγένοντο ἐπὶ | |
| ἀρχόντων Μο[․]οιτου Μοασιος Ιδααδιος vacat | |
| 35 | Τοναωλλιος Μαλλου Νου Εννεις Κουας Νανει[ς] |
| Σοας Μαγισιλβις Οαδεις Οας Αλουπαις vacat | |
| Oις Αρμοας Ιβδαμοας Κιλασαρβης Σανεις Πονα- | |
| σαμις Κιλασαρβης Σιλλαβος Μοακλωιας vacat | |
| Kοτβασις. |