Agreement between two parties in a civil strife.  Stele, broken at the top.
[ ] Pisidia — Sagalassos (Ağlasun) — ca. 333-200 BC — Sagalassos V,2 (2000) 489-508
See also:
1      ἐὰν δὲ δια[κρ]ατήσωσιν οἱ καταλ[αβόμε]νοι τὴ-
     ν ἄκραν κἀγβαλῶσίν τινας ἐκ τῆς πόλε[ω]ς ζη-
     τείτω ἥ τε πόλις κἀναγέτω καὶ οἱ θεοὶ ἀνάστατα
     πάντα ποιο[ῦ]ντες ἕως ἂν ἀγάγωσιν αὐτοὺς καὶ ὅσα ἂν [ἔχω]-
5      σιν τῶν ἐγβληθέντων οἱ ἐγβαλόντες καὶ ὅσα ἂν ἀπ[ῆι]·
     ἀναβάντων δὲ αὐτῶν τινέτωσαν ἅπαντα ἐκ τ[ῶν]
     ἰδίων καὶ τοῖς θεοῖς ὕποχοι ἔστωσαν καὶ ἀποκτειν[έτω]-
     σαν αὐτῶν τρεῖς τοὺς ἄρξαντας, οἱ δὲ λοιποὶ τέως δ[ώ(?)]-
     δεκα τινέτωσαν ἄνα μνᾶς δέκα ἀργυρίου καὶ ἔστω ἱε[ρὸν]
10 ⸏ἅπαν 〚— — — — — —〛·               vacat
     περὶ κλοπῆς· ὃς ἂν κλέψηι τι οὗ πρότερον ἦσαν μναῖ τρε[ῖς]
     νῦν δ’ ἔστω θάνατος ἡ ζημία ἐλενχθέντι· vacat
     αἱ δὲ ὁμολογίαι καὶ αἱ συνθῆκαι ἐγένοντο ἐπὶ
     ἀρχόντων Μο․οιτου Μοασιος Ιδααδιος vacat
15      Τοναωλλιος Μαλλου Νου Εννεις Κουας Νανει[ς]
     Σοας Μαγισιλβις Οαδεις Οας Αλουπαις vacat
     Oις Αρμοας Ιβδαμοας Κιλασαρβης Σανεις Πονα-
     σαμις Κιλασαρβης Σιλλαβος Μοακλωιας vacat
     Kοτβασις.
Search Help
Contact Us