Stoic diatribe mentioning Epictetus. Rock-cut inscription.
[ ]
Pisidia — Yazılıkaya, nr. Çandır — ca. 150-200 AD — J.R.S. Sterrett, Wolfe Expedition (1888) 315, 438 — D.S. du Toit, Theios Anthropos (1997) 182-187; 408-409
1 | ἀγαθῇ τύχῃ· |
ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθὼν | |
ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος· | |
ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν, | |
5 | αἴ κα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη |
ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποι<εῖ>· | |
καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις, | |
ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ· | |
οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τίθεντι· | |
10 | εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα, |
εἷς παλὸς πάντων· ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν, | |
εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι, | |
δοῦλον δ’ οὐκ ὄκνημι λέγην κακὸν οὐδὲ τρίδουλον, | |
ὃς [μεγάλ]ως αὐχῇ, κραδία δέ οἱ ἔνδον ἀγεννής· | |
15 | ὦ ξ[ένε, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη, |
αἰὲ[ν ὃν] ἀνθρώπων σοφίᾳ ἔπι κύδαν’ <ἐ>μὰ φρήν, | |
ὅν <τι> χρή με λέγειν· θ<ε>ῖος γένετ’· αἴθε δὲ καὶ νῦν | |
τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα | |
πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη. |