Stoic diatribe mentioning Epictetus. Rock-cut inscription.
[ ]
Pisidia — Yazılıkaya, nr. Çandır — ca. 150-200 AD — J.R.S. Sterrett, WE (1888) 315, 438 — D.S. du Toit, Theios Anthropos (1997) 182-187; 408-409
See also:
| 1 | ἀγαθῇ τύχῃ· |
| ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθὼν | |
| ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος· | |
| ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν, | |
| 5 | αἴ κα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη |
| ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποι<εῖ>· | |
| καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις, | |
| ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ· | |
| οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τίθεντι· | |
| 10 | εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα, |
| εἷς παλὸς πάντων· ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν, | |
| εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι, | |
| δοῦλον δ’ οὐκ ὄκνημι λέγην κακὸν οὐδὲ τρίδουλον, | |
| ὃς [μεγάλ]ως αὐχῇ, κραδία δέ οἱ ἔνδον ἀγεννής· | |
| 15 | ὦ ξ[ένε, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη, |
| αἰὲ[ν ὃν] ἀνθρώπων σοφίᾳ ἔπι κύδαν’ <ἐ>μὰ φρήν, | |
| ὅν <τι> χρή με λέγειν· θ<ε>ῖος γένετ’· αἴθε δὲ καὶ νῦν | |
| τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα | |
| πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη. |